In pentecosten (homilia 11)
Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὴν ἁγίαν πεντηκοστήν
Ὅσοι περὶ τὴν παροῦσαν ἑορταστικὴν ἀένναον χάριν ἐπείγεσθε, τῇ πηγῇ τῶν ἀγαθῶν Χριστῷ προσδράμωμεν. Πηγὴ περὶ ἧς ὁ προφήτης βοᾷ πρὸς τὸν πατέρα τῶν φώτων· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· τουτέστιν ἐν τῷ σῷ μονογενεῖ υἱῷ τὸ πνεῦμα τὸ ἅγιον. Καλῶς οὖν ὁ προφήτης τὸν δεσπότην Χριστὸν πηγὴν προσηγόρευσεν. Ἔστι μὲν ἔστιν, ὦ φίλοι, καὶ κοσμικὴν πηγὴν ἐν διαφόροις τόποις ἀργυρόχροον κατιδεῖν, καὶ τὰς ἐν βάθει ψηφῖδας ἐν τῷ πέλματι κειμένας τῇ καθαρότητι τοῦ ὕδατος ἐπάνω σκοπῆσαί τινα ἐπικύπτοντα. Τοῦ γὰρ ἐμπύρου χρυσοτόξου τούτου ἡλίου ἐν ἡμέρᾳ θερινῇ πλατύτερον τὰς ἑαυτοῦ ἀκτῖνας ἀβρόχως ἐναναπαύσαντος τῇ τοῦ ὕδατος νωτοφορίᾳ, εὐθέως ὁ τῇ τοιαύτῃ πηγῇ προσπελάσας ὁδοιπόρος ἀζήμιος οὐ παρέρχεται· τὰς χεῖρας γὰρ ἀντὶ κρατῆρος κοιλάνας καὶ ὅλον ἑαυτὸν ἡδέως κυρτώσας, τοῦ ὕδατος ἀρύεται, τὴν δίψαν ἰᾶται, τὸν καύσωνα παραμυθεῖται, τὸ πρόσωπον διαθερμανθὲν δροσίζει, τὰς αἰσθήσεις διαλυθείσας συνάγει, τὴν ψυχὴν στενοχωρουμένην πλατύνει, τὴν καρδίαν λιθουμένην λεαίνει , τὰ γόνατα βαδίζειν μὴ βουλόμενα παλινδρομεῖν ἀναγκάζει. Ἀλλ' αὕτη μὲν ἡ ἀργυρόχροος πηγὴ δίψαν μὲν πολλάκις ἰᾶται, σπλῆνα δὲ βλάπτει, καὶ καύσωνα μὲν πολλάκις παραμυθεῖται, τὸ δὲ ἧπαρ νοσεῖν παρασκευάζει, καὶ τὴν ψυχὴν μὲν πολλάκις ἐκπηδῆσαι τοῦ σώματος βουλομένην παρακατέχει, ψύξιν δὲ τῷ θώρακι ἐνθηκιάσασα πολυχρόνιον πάθος γεννᾷ. Ὁ δέ γε δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ὁ καλῶς πηγὴ προσαγορευθείς, οὐχ ὡς βρύων ἀργυρόχροα νάματα, ἀλλ' ὡς λιμνάζων θεόκρατα διδάγματα, οὐ μέρος μέν τι τῶν πιστῶν θεραπεύει, μέρος δέ τι τραυματίζει· ἐξ ὁλοκλήρου δὲ τὴν ὁλοκληρίαν δωρούμενος, ἐκεῖνα τοῖς προστρέχουσι χαρίζεται, ἅπερ αὐτὸς παρὰ μηδενὸς δανεισάμενος κέκτηται. Οὐ γὰρ εἰς μακρὰν ὁ δεσπότης Χριστὸς τοὺς πιστοὺς πέμπει τὸ ζῶν ὕδωρ ἀρύσασθαι, ἀλλ' ἐν τῇ κοιλίᾳ τῆς γνώσεως ἔχειν αὐτὸ προτρέπεται· ἤκουες γὰρ αὐτοῦ ἀρτίως λέγοντος· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ἔστι μέν, ὦ φίλε, καὶ τετραρόων ποταμῶν μήτηρ πηγὴ ἐν τῷ Ἐδὲμ παραδείσῳ, ἀλλ' ἐκείνη ἐπὶ γῆς ἐκοιλάνθη, καὶ κάτωθεν ἔχει τὸ ῥεῖθρον, καὶ τῷ παρόντι συνδιαλύεται βίῳ· τῶν βαπτιζομένων γὰρ μὴ παρόντων περιττὴ ἡ τῶν ὑδάτων χρῆσις. Ὁ δέ γε δεσπότης ἡμῶν Ἰησοῦς Χριστός, ἡ ἀένναος πηγή, οὐκ ἐκ τῆς γῆς ἀναδίδοται, ἀλλ' ἐκ τῶν οὐρανῶν διαδίδοται· οὐκ ἐν μέρει περιγράφεται, ἀλλὰ πανταχοῦ δοξάζεται· οὐ τοῖς φθαρτοῖς συμφθείρεται, ἀλλὰ τοῖς φθειρομένοις ἀφθαρσίαν χαρίζεται. Καὶ τὴν μὲν τοῦ ἐν Ἐδὲμ παραδείσου πηγὴν τέσσαρες μόνοι ποταμοὶ θηλάζουσιν· Γηῶν, Φισῶν, Τίγρις, Εὐφράτης. Ἀλλ' οὗτοι μὲν μερικοὶ καὶ ὀλιγόροοι, καὶ οὐ πᾶσαν τὴν γῆν ἀρδεύοντες, καὶ ἐν χειμῶνι μὲν πλημμυροῦντες, ἐν δὲ θέρει ὀλιγοροῦντες· τῆς δὲ τοῦ ἐκκλησιαστικοῦ τούτου παραδείσου πηγῆς οἱ ἀποστολικοὶ ποταμοὶ ποταμοὶ πολλοὶ μὲν καὶ ἄπειροι, εἰ καὶ Ἰούδας ἐψύγη. Κατανόησον δὲ μετὰ πάντων καὶ τοὺς τέσσαρας εὐαγγελικοὺς μεγάλους ποταμούς, Ματθαῖον,