In pentecosten (homilia 11)

 Λουκᾶν, Μάρκον, Ἰωάννην, οἵτινες πᾶσαν κώμην καὶ πατρίδα καὶ πόλιν ἀρδεύουσι τοῖς θείοις διδάγμασιν. Εἰ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, κατὰ τὴν τ

 τοὺς βλασφήμους καὶ βορβορώδεις λάκκους βοῶντος οὕτως· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσοντ

 ἀπόστολοι θεοῦ δεκάτην ἡμέραν ἀργοὶ διατελοῦμεν; Ταῦτα τῶν ἀποστόλων πρὸς ἑαυτοὺς ἀντιβαλλόντων καὶ εἰς μακρὰν ἔτι τῆς ἐλπίδος τὴν ἐπαγγελίαν καραδοκο

 Φέρεις ἐν μνήμῃ πάντως, ὦ φίλε, ὅτι ὁ θεὸς πρὸ πάντων τοὺς μάγους ὁδηγῶν, δι' ἀστέρος αὐτοὺς ὡδήγησεν· παντί που δῆλον ὅτι πῦρ ὁ ἀστήρ. Ὁμοίως ὁ κύριο

 ἀντιστρόφου κινηθέντες τῷ φθόνῳ, καὶ οὗτοι ἤρξαντο ἀντιλέγειν, καθὼς ἀρτίως ἤκουες, ὅτι γλεύκους μεμεστωμένοι εἰσίν. Τί ἐστι γλεύκους μεμεστωμένοι εἰσ

 πραχθέν, μήτε ὁ ῥύπος τῆς ἐσθῆτος τὴν ψυχὴν κηλιδωσάτω. Ἔστι γὰρ καὶ τοῦτο ἐνέργεια τοῦ ἁγίου πνεύματος· ἔστι γὰρ καὶ ὕδωρ καὶ ἔλαιον καὶ πῦρ. Ἡ δὲ το

τοὺς βλασφήμους καὶ βορβορώδεις λάκκους βοῶντος οὕτως· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν. Ὅτι δὲ ὕδωρ ὁ υἱός, ἄκουε αὐτοῦ λέγοντος πρὸς τὴν Σαμαρεῖτιν· Εἰ ᾔδεις, γύναι, τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· ∆ός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Ὅτι δὲ ποταμὸς τὸ ἅγιον πνεῦμα, ἤκουες περὶ τούτου ἀρτίως τοῦ κυρίου λέγοντος· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Εἶτα προσθεὶς ὁ εὐαγγελιστὴς ἔλεγεν, ἵνα μὴ δόξωσι περὶ κοσμικοῦ ποταμοῦ τὸν κύριον λόγον ποιεῖσθαι· Τοῦτο δὲ ἔλεγεν περὶ τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Εἶδες ὀρθοδοξίας ἀένναον πηγήν; Εἶδες εὐσεβείας ἀτάραχον ὕδωρ; Εἶδες θεογνωσίας ἀθόλωτον ποταμόν; Καλῶς οὖν τὴν παροῦσαν ἑορτὴν τῆς πεντηκοστῆς μεγάλην ὁ εὐαγγελιστὴς προσηγόρευσεν· ἔστι γὰρ αὕτη μεγάλη. Σήμερον γὰρ οἱ ἀπόστολοι τὸ βέβαιον ἔσχον, σήμερον οἱ ἁλιεῖς σοφισταί, σήμερον οἱ ἀγράμματοι διδάσκαλοι, σήμερον οἱ μονόγλωσσοι ποικιλόγλωσσοι, σήμερον οἱ ψελλίζοντες ῥωμαΐζοντες, σήμερον οἱ στυγνοὶ φαιδροί, σήμερον οἱ πήλινοι πύρινοι, σήμερον οἱ ἀγκιστρευταὶ δογματισταί, σήμερον οἱ τὴν λίμνην ἁλιεύοντες τὴν οἰκουμένην σαγη νεύοντες, σήμερον οἱ ἰχθύας ψηλαφῶντες ἀνθρώπους κατηχοῦσιν, σήμερον οἱ θῆρας φεύγοντες δαίμονας πατοῦσιν, σήμερον οἱ ἀνένθηκοι εὐένθηκοι, σήμερον οἱ ἄπρακτοι ἔμπρακτοι, σήμερον οἱ πτωχοὶ δανεισταί, σήμερον οἱ διωκόμενοι παρακαλούμενοι, σήμερον οἱ γυμνητεύοντες ὑπερβασιλεύοντες, σήμερον οἱ ἐν γωνίᾳ κρυπτόμενοι ἐπὶ τῆς συναγωγῆς εἰσι διαλεγόμενοι. Καὶ τί ἔτι μακρολογῶ; Σήμερον οἱ ὀρφανίαν πενθοῦντες πατρωνυμίαν βοῶσιν. Ἄκουε συνετῶς. Τοῦ γὰρ δεσπότου Χριστοῦ ἐπ' ὄψεσι τῶν ἀποστόλων εἰς οὐρανοὺς ἀναλαμβανομένου καὶ τοῖς ἀποστόλοις ἐπαγγειλαμένου τὸν ποταμὸν τοῦ ἁγίου πνεύματοςἔπρεπε γὰρ τῇ πηγῇ ἀναλαμβανομένῃ ποταμὸν ἐπαγγέλλεσθαι, ἔχαιρον μὲν οἱ ἀπόστολοι καὶ τὰς ψυχὰς ὡς δεξαμενὰς εὐτρέπισαν, πότε δὲ ὁ ποταμὸς πυρφόρος γενήσεται τὸν καιρὸν οὐκ ἐγίνωσκον. Ὁ γὰρ κύριος ἀναλαμβανόμενος τὴν μὲν ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος ἐσήμανεν, τὸν δὲ καιρὸν πότε γενήσεται οὐδ' ὅλως ἐγνώρισεν. ∆ιὰ τί; Ὅτι ὁ θεὸς ὡρισμένως οὐκ ἐργάζεται, ἀλλ' ὅτε βούλεται τότε καὶ ἐμφανίζεται. Ἔμενον τοίνυν οἱ ἀπόστολοι μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου τὴν μὲν ἐλπίδα τοῦ ἁγίου πνεύματος φέροντες καὶ συνσφίγγοντες ἑαυτοὺς καὶ τὴν πρὸς ἀλλήλους παρρησίαν συνάγοντες. Ὡς δὲ εἶδον μίαν καὶ δευτέραν καὶ τρίτην ἡμέραν ὅτι τῆς ἐπαγγελίας τὸ δῶρον εἰς πέρας οὐκ ἤγετο, ἀνθρωπίνοις λογισμοῖς κινηθέντες οἱ ἀπόστολοι ἤρξαντο πρὸς ἑαυτοὺς ἀντιβάλλοντες λέγειν· Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί; Ἤδη δεκάτην ἡμέραν ταύτην διατελοῦμεν καὶ οὐδὲν τῶν λεχθέντων παρὰ τοῦ διδασκάλου εἰς πέρας ἐλθὸν ὁρῶμεν. Τί τὸ ξένον καὶ παράδοξον τοῦτο; Ἆρα τῆς προτεραίας ἁλείας ἐπιλαβώμεθα ἢ τὴν ἐπαγγελίαν ἔτι μικρὸν ἐκδεξώμεθα; Ταύτην δεκάτην ἡμέραν ἄγομεν ἀργοῦντες. Τί τὸ ξένον; τί τὸ παράδοξον; Ἐλισσαῖος ὁ μαθητὴς τοῦ Ἡλία παραυτὰ τὴν μηλωτὴν δεξάμενος ἐθαυματούργησεν, ὁ μαθητὴς τοῦ μαθητοῦ, καὶ ἡμεῖς ἀργοῦμεν; Τί τὸ παράδοξον; Μὴ ἆρα ὁ Ἡλίας τοῦ ἡμετέρου διδασκάλου δραστικώτερος; Ἀλλ' οὐ τολμῶμεν λέγειν· εἴδομεν γὰρ κατὰ πρόσωπον ἐν τῷ ὄρει τῆς μεταμορφώσεως πῶς οὐ μόνον Ἡλίας, ἀλλὰ καὶ Μωϋσῆς τῷ διδασκάλῳ ἡμῶν ὡς θεῷ προσεκύνησαν. Τί τὸ ξένον; τί τὸ παράδοξον; Ἐλισσαῖος ὁ ζευγηλάτης παραυτὰ ἐθαυματούργησεν ἀλόγου ζῴου κεντρόνυκτον δορὰν δεξάμενοςτί γὰρ ἔπρεπε νομικῷ ἐργάτῃ ἀλλ' ἢ τὴν μηλωτὴν κληρονομῆσαι; καὶ ἡμεῖς οἱ μὴ ὄντες μαθηταὶ μαθητοῦ ἀλλ'