In pentecosten (homilia 11)

 Λουκᾶν, Μάρκον, Ἰωάννην, οἵτινες πᾶσαν κώμην καὶ πατρίδα καὶ πόλιν ἀρδεύουσι τοῖς θείοις διδάγμασιν. Εἰ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, κατὰ τὴν τ

 τοὺς βλασφήμους καὶ βορβορώδεις λάκκους βοῶντος οὕτως· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσοντ

 ἀπόστολοι θεοῦ δεκάτην ἡμέραν ἀργοὶ διατελοῦμεν; Ταῦτα τῶν ἀποστόλων πρὸς ἑαυτοὺς ἀντιβαλλόντων καὶ εἰς μακρὰν ἔτι τῆς ἐλπίδος τὴν ἐπαγγελίαν καραδοκο

 Φέρεις ἐν μνήμῃ πάντως, ὦ φίλε, ὅτι ὁ θεὸς πρὸ πάντων τοὺς μάγους ὁδηγῶν, δι' ἀστέρος αὐτοὺς ὡδήγησεν· παντί που δῆλον ὅτι πῦρ ὁ ἀστήρ. Ὁμοίως ὁ κύριο

 ἀντιστρόφου κινηθέντες τῷ φθόνῳ, καὶ οὗτοι ἤρξαντο ἀντιλέγειν, καθὼς ἀρτίως ἤκουες, ὅτι γλεύκους μεμεστωμένοι εἰσίν. Τί ἐστι γλεύκους μεμεστωμένοι εἰσ

 πραχθέν, μήτε ὁ ῥύπος τῆς ἐσθῆτος τὴν ψυχὴν κηλιδωσάτω. Ἔστι γὰρ καὶ τοῦτο ἐνέργεια τοῦ ἁγίου πνεύματος· ἔστι γὰρ καὶ ὕδωρ καὶ ἔλαιον καὶ πῦρ. Ἡ δὲ το

ἀντιστρόφου κινηθέντες τῷ φθόνῳ, καὶ οὗτοι ἤρξαντο ἀντιλέγειν, καθὼς ἀρτίως ἤκουες, ὅτι γλεύκους μεμεστωμένοι εἰσίν. Τί ἐστι γλεύκους μεμεστωμένοι εἰσίν; Ἀντὶ τοῦ μεθύουσι σφόδρα καὶ διὰ τοῦτο ἀλλόκοτα φθέγγονται. Ταῦτα ἀκούσας ὁ μακάριος Πέτρος καὶ φέρειν μηκέτι δυνάμενοςἐκείνει γὰρ αὐτὸν ἔνδον λοιπὸν ὁ πυρσὸς τοῦ ἁγίου πνεύματος σταθεὶς ἐν μέσῳ, καθὼς ἀρτίως ἤκουες, ἤρξατο λέγειν· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες,τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας. Καλῶς ὁ μακάριος Πέτρος μάρτυρα τῆς νηφαλαιότητος τὴν τρίτην ὥραν ἐκάλεσεν. Καὶ τίς ἡ τρίτη ὥρα; Τὸ ἅγιον πνεῦμα. Πρώτη ὥρα ὁ πατήρ, ὡς τὸν νόμον βραβεύσας. ∆ευτέρα ὥρα ὁ υἱός, ὡς τὴν χάριν δωρησάμενος. Τρίτη ὥρα τὸ ἅγιον πνεῦμα, ὡς τὰς γλώσσας ποικίλας τῶν ἀποστόλων ἐργασάμενον. Φησὶν οὖν ὁ Πέτρος· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν. Μηδεὶς τὴν δωρεὰν τοῦ θεοῦ μέθην ἡγήσηται· ἢ ὀσφράνθητε, ἢ ἀκούσατε. Πλησιέστερον χωρήσατε, καὶ μάθετε ἀκριβῶς. Οἶνον ὄζουσιν, ἢ χάριν πνέουσιν; Ψελλίζουσιν, ἢ ῥητορεύουσιν; Ὡς φύλλα κινοῦνται τῇ μέθῃ, ἢ ὡς στύλοι πεπήγασι τῇ νηφαλαιότητι; Νυστάζουσι τῇ οἰνοφλυγίᾳ, ἢ διδάσκουσι τῇ θεογνωσίᾳ; Μέθην ἡγεῖσθε τὸ πρᾶγμα, ναὶ Ἰουδαῖοι; Μέθη τὴν γλῶσσαν δεσμεῖ, τὸ στόμα διαστρέφει, τοὺς ὀφθαλμοὺς πελιδνοῖ, τοὺς τοίχους πλευρίζει, λοξὰ καὶ δίδυμα βαδίζειν ποιεῖ. Μέθῃ γυμνοῦταί τις καὶ οὐκ αἰσθάνεται· παρ' ὧν ἔδει τιμᾶσθαι, γελᾶται. Μεθύουσιν οἱ ἀπόστολοι, ναὶ Ἰουδαῖοι; Ὁ τὴν κιβωτὸν τεκτονεύσας Νῶε ἐμεθύσθη, ἢ ἡμεῖς οἱ τὸν σταυρὸν κηρύττοντες; Μεθύουσιν οἱ ἀπόστολοι, ναὶ Ἰουδαῖοι; Ὁ πρόγονος ὑμῶν ἐμεθύσθη Λὼτ ὁ θυγατρογαμίας ὕπνον ὑπνώσας· μὴ γὰρ ἡμεῖς οἱ τῆς ἁγνείας κήρυκες; Καλῶς μὲν εἴπατε, ὦ Ἰουδαῖοι, ὅτι μεθύομεν. Οὐκ ἀπὸ οἴνου καθὼς νοεῖτε ὑμεῖς, ἀλλ' ἀπὸ τῆς θείας χάριτος· περὶ ταύτης γὰρ τῆς μέθης ἐκ πολλῶν τῶν χρόνων ὁ προφήτης ἐβόα· Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν Χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Πρόσεχε συνετῶς. Καιρὸς γὰρ λοιπὸν σφραγίσαι τὸν λόγον καὶ συντομώτερον ὑμᾶς ἀπολῦσαι σήμερον· οἷμαι γὰρ ὑμᾶς προσαγορεῦσαι τοὺς τάφους καὶ τὴν μνήμην τῶν προκοιμηθέντων τιμῆσαι τῇ ἐπιστασίᾳ. Ἀλλ' ὅμως, ὦ φίλε, σπεῦσον τιμῆσαι καὶ μὴ ὑβρίσαι· μὴ διαπτύσῃς αὐτοῦ ὡς τεθνεῶτος· ζῇ γὰρ ὁ τούτου δεσπότης καὶ γνωρίζει τῷ προτελευτήσαντι τί σὺ διαπράττῃ. Ἀπέρχῃ σήμερον τὸν προτελευτήσαντα ῥοδίσαι· καλῶς ποιεῖς, ἐπαίνων εἶ ἄξιος. Ἀλλ' ὅμως ῥόδισον αὐτὸν εὐποιΐᾳ, μὴ οἰνοφλυγίᾳ· στεφάνωσον τὸν προτελευτήσαντα τῇ εὐσεβείᾳ, μὴ τῇ κρεοφαγίᾳ· πρότρεψαι αὐτὸν τῇ προσφορᾷ, μὴ τῇ συμφορᾷ. Ἐὰν ἐπάνω τοῦ μνήματος σὺ ἐν τῷ παρόντι οἰνοποτήσῃς, ἢ κρεοφαγήσῃς, τί ὠφέλησας τὸν προτελευτήσαντα; Μετάδος εἰς λόγον αὐτοῦ ὀβολὸν τῷ πτωχῷ, κἀκεῖνος εὐφραίνεται· θυμίασον τὴν κοιλίαν τοῦ πεινῶντος ἄρτῳ, κἀκεῖνος ἡδύνεται. Ὢ τῆς ἀνθρωπίνης ἀδιαφορίας. Τὰ βλάπτοντα φιλοῦμεν, τὰ σῴζοντα μισοῦμεν. Ποῖον εὔλογον σήμερον ἐπάνω τοῦ τάφου στιβάδας στρῶσαι, καὶ συμπόσιον δημόσιον συναθροῖσαι καὶ ὡς ἐν γάμῳ πλατύτερον γέλωτα ποιεῖσθαι; Ἄλλο γάμος καὶ ἄλλο τάφος. Τί ἐπάνω τοῦ μνήματος σήμερον ὡς ἐν γενεθλίῳ κοσμικῷ σκιρτῶσιν; Ἄλλο γενέθλιον κοσμικὸν καὶ ἄλλο ἐπιτάφιον πενθικόν. Ἀπέρχεται πολλάκις σήμερον ἐν τῷ τάφῳ γυνὴ ῥοδίσαι τὸν ἑαυτῆς ἄνδρα· καὶ οὐ τοσοῦτον ῥοδίζει, ὅσον θλίβει. Παραλαβοῦσα γὰρ τὸν παρείσακτον φίλον, μετεωρισθείσης χειρὸς ἐκλάσθη κανδῆλα ἐπάνω ἀξιωματικῶν τινων. Καὶ πρὸς τοῦτο ὁ ὁμιλητὴς φησίν· Μηδένα λυπείτω τὸ