In pentecosten (homilia 11)

 Λουκᾶν, Μάρκον, Ἰωάννην, οἵτινες πᾶσαν κώμην καὶ πατρίδα καὶ πόλιν ἀρδεύουσι τοῖς θείοις διδάγμασιν. Εἰ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, κατὰ τὴν τ

 τοὺς βλασφήμους καὶ βορβορώδεις λάκκους βοῶντος οὕτως· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσοντ

 ἀπόστολοι θεοῦ δεκάτην ἡμέραν ἀργοὶ διατελοῦμεν; Ταῦτα τῶν ἀποστόλων πρὸς ἑαυτοὺς ἀντιβαλλόντων καὶ εἰς μακρὰν ἔτι τῆς ἐλπίδος τὴν ἐπαγγελίαν καραδοκο

 Φέρεις ἐν μνήμῃ πάντως, ὦ φίλε, ὅτι ὁ θεὸς πρὸ πάντων τοὺς μάγους ὁδηγῶν, δι' ἀστέρος αὐτοὺς ὡδήγησεν· παντί που δῆλον ὅτι πῦρ ὁ ἀστήρ. Ὁμοίως ὁ κύριο

 ἀντιστρόφου κινηθέντες τῷ φθόνῳ, καὶ οὗτοι ἤρξαντο ἀντιλέγειν, καθὼς ἀρτίως ἤκουες, ὅτι γλεύκους μεμεστωμένοι εἰσίν. Τί ἐστι γλεύκους μεμεστωμένοι εἰσ

 πραχθέν, μήτε ὁ ῥύπος τῆς ἐσθῆτος τὴν ψυχὴν κηλιδωσάτω. Ἔστι γὰρ καὶ τοῦτο ἐνέργεια τοῦ ἁγίου πνεύματος· ἔστι γὰρ καὶ ὕδωρ καὶ ἔλαιον καὶ πῦρ. Ἡ δὲ το

ἀπόστολοι θεοῦ δεκάτην ἡμέραν ἀργοὶ διατελοῦμεν; Ταῦτα τῶν ἀποστόλων πρὸς ἑαυτοὺς ἀντιβαλλόντων καὶ εἰς μακρὰν ἔτι τῆς ἐλπίδος τὴν ἐπαγγελίαν καραδοκούντων, ἰδοὺ ἀθρόον οὐρανῶν μὲν ἀνοίγονται πύλαι, ἀρχαγγελικῶν δὲ δυνάμεων ἔκραζον στρατιαί, τὸ δέ γε τοῦ ἀέρος πέλαγος ἐθορυβεῖτο δειλίᾳ, τὰ δὲ τῶν νεφῶν κύμβαλα βασιλικῶν πατάγων ἦχον ἐξέπεμπον, ἅπαν δὲ τὸ ἐπίγειον χωρίον ὡς κάλαμος ὑπὸ ἀνέμου τοῖς σεισμοῖς ἐδονεῖτο, τὸ δέ γε τῆς θαλάσσης ἄπειρον κύτος πυρίνῃ σινδόνι κατεσκέπετο. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ ὁ συγγραφεὺς τῶν ἀποστολικῶν Πράξεων Λουκᾶς λέγων, καθὼς ἀρτίως ἤκουες· Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτὸ οἱ ἀπόστολοι. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Καθὼς ἐδίδου, οὐ καθὼς ἐκελεύετο. Εἶδες ἑορτῆς μέγεθος; Εἶδες ἁγίου πνεύματος δωρεάν; Εἶδες αἰσχύνην τῶν πνευματομάχων αἱρετικῶν; Πεντηκοστὴν ἑορτάζουσι καὶ τὸ πνεῦμα τοξεύουσιν. Τίς γλώσσας χαλκεύει, εἰ μὴ ὁ τῶν γλωσσῶν πηλοπλάστης; Τίς μέγα τορνεύει στόμα, εἰ μὴ ὁ τὴν ὄνον ἔναρθρα λαλεῖν παρασκευάσας; Τίς τοὺς ἀγραμμάτους σοφιστεύει, εἰ μὴ μόνον τὸ ἅγιον πνεῦμα; Ἀλλ' εὐθέως ἐροῦσιν οἱ ἐξ ἐναντίας· Καὶ πόθεν τοῦτο δῆλον, ὅτι τὸ ἅγιον πνεῦμα δίδωσι τὴν σοφίαν καὶ τὴν εἴδησιν τῶν γλωσσῶν; Πόθεν; Ἄκουε τοῦ κυρίου , αἱρετικέ, λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ἐκ πολλῶν τῶν χρόνων· Μὴ μεριμνήσητε ὅταν προσάγωσιν ὑμᾶς ἐπὶ ἄρχοντας καὶ ἡγεμόνας πῶς ἢ τί λαλήσητε , οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν. Ὢ τῶν παραδόξων πραγμάτων. Ἐν πυρὶ κατῆλθε τὸ ἅγιον πνεῦμα, ὡς πῦρ ἐκαθέσθη ἐφ' ἕνα ἕκαστον τῶν ἀποστόλων, καὶ πῦρ ὑπάρχον οὐκ ἔκαυσε τοὺς ἀποστόλους, ἀλλ' ἐφώτισεν. ∆ιὰ τί; Ὅτι οὐκ ἦν καυστικόν, ἀλλὰ φωτιστικόν, μᾶλλον δὲ καὶ καυστικὸν καὶ φωτιστικόν, τοὺς βλασφήμους καῖον, τοὺς εὐσεβεῖς φωτίζον. Ὥσπερ γὰρ τὸ κοσμικὸν καὶ ὑλῶδες πῦρ ἀκάνθας μὲν καίει, κηρὸν δὲ τήκει, μόλιβδον δὲ λύει, πηλὸν δὲ ξηραίνει, ἄργυρον δὲ λαμπρύνει, χρυσὸν δὲ καθαίρει, οἶκον δὲ φωτίζει, οὕτω καὶ τὸ ἄϋλον πῦρ, τὸ ἅγιον πνεῦμα, ἁμαρτίας ἐξαλείφει, καρδίαν πλεονεκτοῦσαν μαραίνει, ἄνθρωπον δόλιον ἐξαλείφει, ψυχὴν ἐπιστρέφουσαν καθαίρει, ἄνδρα πιστὸν λαμπρύνει, ἐκκλησιαστικὸν οἶκον φωτίζει. Ἄλλως δέ, ἐν πυρὶ κατῆλθε τὸ ἅγιον πνεῦμα, ἵνα γνῶμεν σαφῶς ὅτι τῆς θεϊκῆς ἐστιν οὐσίας τὸ ἅγιον πνεῦμα. Αὐτὸς γὰρ κύριος ὁ θεὸς ἡμῶν πῦρ ἐστι κατὰ τὸ φάσκον ῥητόν· Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. Καὶ ὅπου δ' ἂν ζητήσῃς τὸν θεὸν θεϊκὸν σημεῖον ἐπιδεικνύμενον καὶ μυστήριον παρέχοντα, ἐν πυρὶ αὐτὸν εὑρήσεις ποιοῦντα. Οὕτω γὰρ καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου ἐξαγαγὼν στύλον πυρὸς αὐτοῖς παρεκατέστησεν, οὐ πυρπολοῦντα ἀλλ' ὁδηγοῦντα. Οὕτω καὶ πρώτην ἐμφάνειαν ὁ θεὸς τῷ Μωϋσεῖ ποιούμενος διὰ φλογὸς πυρὸς βάτου τὴν ἑαυτοῦ φωνὴν ἐξέπεμψεν , οὐχ ἵνα ἀκούσῃ ἀλλ' ἵνα διδάξῃ. Οὕτω καὶ τῷ ∆ανιὴλ ἐμφαίνων ἑαυτὸν ὁ θεὸς ἐν θρόνῳ πυρὸς ἑαυτὸν καθήμενον ἔδειξεν, οὐχ ἵνα ζημιώσῃ τὸν προφήτην ἀλλ' ἵνα δείξῃ πανταχοῦ ἐν τίσι θεός . Ἐροῦσι δὲ πάντως τινὲς ὅτι ταῦτα τῆς παλαιᾶς διαθήκης τὰ γνωρίσματα. ∆εῖξον ἡμῖν φησιν ὅτι καὶ ἐν τῇ καινῇ διαθήκῃ ὁ θεὸς ἐν πυρὶ θαυματουργεῖ· ἐκεῖνα γὰρ τῆς παλαιᾶς μηνύματα. Ἄκουε, φίλε· εἰ μὲν ἀγνοεῖς, μάνθανε· εἰ δὲ οἶδας, ὑπομνήσθητι.