In pentecosten (homilia 11)

 Λουκᾶν, Μάρκον, Ἰωάννην, οἵτινες πᾶσαν κώμην καὶ πατρίδα καὶ πόλιν ἀρδεύουσι τοῖς θείοις διδάγμασιν. Εἰ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, κατὰ τὴν τ

 τοὺς βλασφήμους καὶ βορβορώδεις λάκκους βοῶντος οὕτως· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσοντ

 ἀπόστολοι θεοῦ δεκάτην ἡμέραν ἀργοὶ διατελοῦμεν; Ταῦτα τῶν ἀποστόλων πρὸς ἑαυτοὺς ἀντιβαλλόντων καὶ εἰς μακρὰν ἔτι τῆς ἐλπίδος τὴν ἐπαγγελίαν καραδοκο

 Φέρεις ἐν μνήμῃ πάντως, ὦ φίλε, ὅτι ὁ θεὸς πρὸ πάντων τοὺς μάγους ὁδηγῶν, δι' ἀστέρος αὐτοὺς ὡδήγησεν· παντί που δῆλον ὅτι πῦρ ὁ ἀστήρ. Ὁμοίως ὁ κύριο

 ἀντιστρόφου κινηθέντες τῷ φθόνῳ, καὶ οὗτοι ἤρξαντο ἀντιλέγειν, καθὼς ἀρτίως ἤκουες, ὅτι γλεύκους μεμεστωμένοι εἰσίν. Τί ἐστι γλεύκους μεμεστωμένοι εἰσ

 πραχθέν, μήτε ὁ ῥύπος τῆς ἐσθῆτος τὴν ψυχὴν κηλιδωσάτω. Ἔστι γὰρ καὶ τοῦτο ἐνέργεια τοῦ ἁγίου πνεύματος· ἔστι γὰρ καὶ ὕδωρ καὶ ἔλαιον καὶ πῦρ. Ἡ δὲ το

Λουκᾶν, Μάρκον, Ἰωάννην, οἵτινες πᾶσαν κώμην καὶ πατρίδα καὶ πόλιν ἀρδεύουσι τοῖς θείοις διδάγμασιν. Εἰ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, κατὰ τὴν τοῦ Παύλου διδασκαλίαν, πῶς οὐχὶ τῶν σαρκικῶν τὰ πνευματικὰ προύχει; Τί τοιοῦτον ὁ ἐν Ἐδὲμ παράδεισος ἔχων εὑρίσκεται, οἷον ὁ ἐκκλησιαστικὸς οὗτος λειμὼν φέρων γνωρίζεται; Ἐκεῖ ὁ Ἀδὰμ ὡς δραπέτης κρυπτόμενος, ὦδε ὁ δεσπότης Χριστὸς ὡς θεὸς προσκυνούμενος· ἐκεῖ Εὕα πτερνιζομένη, ὧδε Μαρία δοξαζομένη· ἐκεῖ ξύλον θάνατον ὀλυνθίζον, ὧδε ξύλον ζωὴν βλαστάνον· ἐκεῖ ὄφις ψευδολογίαν γλωσσίζων, ὧδε τὸ ἅγιον πνεῦμα θεολογίαν σοφιστεῦον· ἐκεῖ νομοθεσία παρακουσθεῖσα, ὧδε θεογνωσία βεβαιωθεῖσα· ἐκεῖ ῥοδωνιά, ὧδε παρθενία· ἐκεῖ κρίνον λευκόφυλλον, ὧδε νεοφώτιστος λαμπρόψυχος· ἐκεῖ ἀναδενδράδες μεγαλορῶγοι, ὧδε ἄνδρες φιλόλογοι· ἐκεῖ φυλλάδες ἄγριαι, ὧδε γυναῖκες ἅγιαι· ἐκεῖ πηγὴ ἄφωνος, ὧδε ποταμοὶ μεγαλόφωνοι. Ἤκουες γὰρ ἀρτίως τοῦ ποταμοῦ Εὐφράτου, λέγω δὴ τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος καὶ λέγοντος· Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραζε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Τί λέγεις, ὦ φίλε, μᾶλλον δὲ τί βραδύνεις; Χριστὸς καλεῖ, μηδεὶς ὀκνείτω· πηγὴ βοᾷ, μηδεὶς παραιτείσθω. Πάντες διψῶμεν, πάντες προσέλθωμεν· ὅσον ἀρυόμεθα, τοσοῦτον περιττεύει. Βοήσωμεν, οἱ τοῦ ∆αυῒδ φίλοι, τὰ τοῦ ∆αυῒδ πρὸς τὴν ἀένναον πηγὴν λέγοντες· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. Καλῶς οὖν ἔλεγεν ὁ εὐαγγελιστής· Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς. Καλῶς καὶ ἐσχάτην ταύτην τὴν ἑορτὴν καὶ μεγάλην προσηγόρευσεν· ἔστι γὰρ ἐσχάτη καὶ μεγάλη καὶ πρώτη. Ἐσχάτη πρὸς Ἰουδαίους· τὰ ἔσχατα γὰρ αὐτοῖς συνέβη κακὰ διὰ τὴν εἰς Χριστὸν παρανομίαν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀπεκαλύφθη. Ὅθεν ὁ κύριος ὀνειδίζων τὴν μητρόπολιν αὐτῶν Ἱερουσαλὴμ ἔλεγεν· Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. Ἐσχάτη οὖν πρὸς Ἰουδαίους, πρώτη πρὸς Χριστιανούς· ἐκείνων ἡ τρυγία, ἡμῶν ἡ καθαροποσία· ἐκείνων τὰ γίγαρτα, ἡμῶν τὰ ὑπολήνια. Καλῶς οὖν ἐσχάτην καὶ μεγάλην ἑορτὴν ταύτην ὁ εὐαγγελιστὴς προσηγόρευσεν. Τί γὰρ μεγαλειότερον ταύτης τῆς παρούσης ἑορτῆς; Πᾶσα ἑορτὴ δεσποτικὴ τοὺς ζῶντας μόνον ἱλαρύνει, αὕτη δὲ ἡ τῆς πεντηκοστῆς ἑορτὴ οὐ μόνον τοὺς ζῶντας ἱλαρύνει, ἀλλὰ καὶ τοὺς τεθνεῶτας προσαγορεύει. Αὕτη ἡ τῆς πεντηκοστῆς ἑορτὴ καὶ τὰς ἐκκλησίας φωτίζει καὶ τὰ μνήματα ῥοδίζει· αὕτη ἡ τῆς πεντηκοστῆς ἑορτὴ καὶ τοὺς οἴκους εὐωδιάζει καὶ τοὺς τύμβους μυρίζει. Τί γὰρ μεγαλειότερον ταύτης τῆς ἑορτῆς, ἐν ᾗ τὸ ἅγιον πνεῦμα τὴν ἐμφάνειαν ποιησάμενον τὸν φωτισμὸν τῶν γλωσσῶν τοῖς ἀποστόλοις ἐχαρίσατο; Σήμερον ὁ Χριστιανισμὸς ἐρριζώθη, σήμερον ὁ Ἰουδαϊσμὸς ἐμαράνθη, σήμερον ὁ Ἑλληνισμὸς ἐκαπνίσθη, σήμερον ὁ αἱρετισμὸς ἐνεφράγη, σήμερον ὁ θεῖος δογματισμὸς ἐπλατύνθη. Ἐροῦσι δὲ πάντως τινές· Καὶ πῶς σήμερον ὁ αἱρετισμὸς ἐνεφράγη, ὁ δὲ θεῖος δογματισμὸς ἐπλατύνθη; Πῶς; Ἐκ τῆς τοῦ κυρίου διδασκαλίας. Σήμερον γὰρ ὁ κύριος ἡμᾶς σαφέστερον ἐδίδαξε διὰ ὑποδείγματος ἐναργοῦς μίαν οὐσίαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐν τρισὶ διαφόροις ὑποστάσεσιν. Εἰ γὰρ πηγὴν καὶ ὕδωρ καὶ ποταμὸν οὐδεὶς δύναται χωρίσαι, πῶς οἱ τῶν αἱρετικῶν παῖδες μερίζειν τολμῶσι τὸν πατέρα τοῦ υἱοῦ καὶ τὸν υἱὸν τοῦ ἁγίου πνεύματος; Τὰ ἐπὶ τῆς γῆς ἀμέριστα, καὶ τὰ πνευματικὰ μεριστά; Ἐροῦσι δὲ πάντως τινές· Καὶ τίς ἡ πηγή; Τίς δὲ τὸ ὕδωρ; Τίς δὲ καὶ ὁ ποταμός; Τίς ἡ πηγή; Ὁ πατὴρ τῶν φώτων. Τίς δὲ τὸ ὕδωρ; Ὁ μονογενὴς υἱός. Τίς δὲ ὁ ποταμός; Τὸ ἅγιον πνεῦμα. Καὶ πόθεν τοῦτο δῆλον; Λάμβανε τὴν ἀπόδειξιν μὴ ἐκ τῶν ἐμῶν λόγων, ἀλλ' ἐκ τῶν θείων γραφῶν. Καὶ ὅτι πηγὴ ὁ πατήρ, ἄκουε αὐτοῦ τοῦ πατρὸς διὰ τοῦ προφήτου πρὸς τοὺς Ἰουδαίους τοὺς ἔχοντας