1

 2

 3

 4

 5

 6

 7

2

εἶναι φάσκοντες, τὰ τα πεινῶς ὑπὸ τοῦ ∆εσπότου Χριστοῦ καὶ ἀνθρωπίνως εἰρημένα τῇ θεότητι αὐτοῦ προσάψαι τετολμήκασι· τὸ ἑτεροούσιον ἐντεῦθεν καὶ τὸ ἀνόμοιον κατασκευάζον τες. Πρὸς τούτοις, ἵνα συνελὼν εἴπω, αὐτὴν τὴν ἀπαθῆ καὶ ἄτρεπτον τοῦ Χριστοῦ θεότητα καὶ πα θεῖν, καὶ σταυρωθῆναι καὶ ἀποθανεῖν καὶ ταφῆναι δι αγορεύει. Τοῦτο δὲ καὶ τῆς Ἀρείου καὶ Εὐνομίου μανίας ἐπέκεινα· οὐδὲ γὰρ οἱ κτίσμα τολμῶντες ἀπο καλεῖν τὸν Ποιητὴν τῶν ὅλων καὶ ∆ημιουργὸν, εἰς ταύτην ἐξώκειλαν τὴν ἀσέβειαν. Βλασφημεῖ δὲ καὶ εἰς τὸ ἅγιον Πνεῦμα· οὐκ ἐκ τοῦ Πατρὸς αὐτὸ λέγων ἐκπορεύεσθαι, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἀλλ' ἐξ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν. Καὶ οὗτος δὲ τῶν Ἀπολιναρίου σπερμάτων ὁ καρπός· γειτνιάζει δὲ καὶ τῇ Μα κεδονίου πονηρᾷ γεωργίᾳ. Τοιαῦτα τοῦ Αἰγυπτίου τὰ κυήματα, πονηροῦ πατρὸς ἀληθῶς ἔγγονα πονηρότε ρα. Ταῦτα δὲ δέον ἢ ἀμβλωθρίδια ποιῆσαι κυοφο ρούμενα, ἢ εὐθὺς τεχθέντα διαφθεῖραι τοὺς τῶν ψυ χῶν τὴν ἰατρείαν ἐγκεχειρισμένους, ὡς ὀλέθρια καὶ τῆς ἡμετέρας φύσεως δηλητήρια, ἐκτρέφουσιν οἱ γεν νάδαι, καὶ πολλῆς ἀξιοῦσι σπουδῆς ἐπ' ὀλέθρῳ σφῶν αὐτῶν καὶ τῶν τὰς ἀκοὰς αὐτοῖς ὑπέχειν ἀνεχομένων. Ἡμεῖς δὲ τὸν πατρῷον κλῆρον ἄσυλον φυλάττειν σπουδάζομεν, καὶ ἣν παρελάβομεν πίστιν μεθ' ἧς καὶ ἐβαπτίσθημεν καὶ βαπτίζομεν, ἀνέπαφον καὶ ἀκήρατον διατηροῦμεν· καὶ ὁμολογοῦμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα· ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς Παρθένου· τὸν αὐτὸν ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα ∆ύο γὰρ φύσεων ἕνωσις γέγονε. ∆ιὸ ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὁμολογοῦμεν· οὔτε γὰρ τὴν ἕνωσιν λύομεν, καὶ ἀσύγχυτον αὐτὴν γεγενῆσθαι πιστεύο μεν, τῷ Κυρίῳ πειθόμενοι λέγοντι τοῖς Ἰουδαίοις· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Εἰ δὲ κρᾶσις ἐγεγόνει καὶ σύγχυσις, καὶ μία φύσις ἐξ ἀμφοῖν ἀπετελέσθη, ἐχρῆν εἰπεῖν· Λύσατέ με, καὶ ἐν τρισὶν ἡμέραις ἐγερθήσομαι. Νῦν δὲ δεικνὺς ὡς ἄλλο μὲν ὁ Θεὸς κατὰ τὴν φύσιν. ἄλλο δὲ ὁ ναὸς, εἷς δὲ Χριστὸς ἀμφότερα, «Λύσατε, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν,» σαφῶς διδάσκων, ὡς ὅτι οὐχ ὁ Θεὸς ἦν ὁ λυόμενος, ἀλλ' ὁ ναός. Καὶ τοῦ μὲν ἡ φύσις τὴν λύσιν ὑπεδέχετο, τοῦ δὲ ἡ δύναμις ἤγειρε τὸ λυόμε νον. Θεὸν δὲ καὶ ἄνθρωπον τὸν Χριστὸν ὁμολογοῦμεν ταῖς θείαις ἀκολουθοῦντες Γραφαῖς. Ὅτι μὲν γὰρ Θεὸς Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μακάριος Ἰωάννης ὁ εὐαγγελιστὴς βοᾷ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε.» Καὶ πάλιν· «Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Καὶ αὐτὸς δὲ ὁ Κύριος διαῤῥήδην διδάσκει λέ γων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου.» Καί· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· κἀγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Καὶ ὁ μακάριος Παῦλος ἐν μὲν τῇ πρὸς Ἑβραίους φησίν· «Ὃς ὢνἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυ νάμεως αὑτοῦ.» Ἐν δὲ τῇ πρὸς Φιλιππησίους· «Τοῦτο φρονείσθω ἐν ὑμῖν, φησὶν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγὴν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Ἐν δὲ τῇ πρὸς Ῥωμαίους· «Ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ἐν δὲ τῇ πρὸς Τίτον· «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης