1

 2

 3

 4

 5

 6

 7

5

καθαρσίους προσφέρει θυσίας· ἐκ γὰρ τῆς Ἰεσ σαὶ βεβλάστηκε ῥίζης. Καὶ ὑπὸ νόμον ὡς ἄν θρωπος ἦν· καὶ ἔλυσε τὸν νόμον μετὰ ταῦτα, καὶ δέδωκε τὴν καινὴν διαθήκην· νομοθέτης γὰρ ἦν, καὶ ταύτην αὐτὸς δώσειν διὰ τῶν προφητῶν ἐπηγγείλατο. Ἐβαπτίσθη ὑπὸ Ἰωάννου· τοῦτο δείκνυσι τὸ ἡμέτερον. Μαρτυρεῖται ἄνωθεν ὑπὸ τοῦ Πατρὸς, καὶ ὑπὸ τοῦ Πνεύματος δείκνυται· τοῦτο κηρύττει τὸν προαιώ νιον. Ἐπείνησεν, ἀλλὰ καὶ πολλὰς χιλιάδας ἐκ πέντε ἄρτων ἐκόρεσε· τοῦτο θεῖον, ἐκεῖνο ἀνθρώπι νον. Ἐδίψησε καὶ ᾔτησεν ὕδωρ, ἀλλὰ πηγὴ ἦν ζωῆς· καὶ τὸ μὲν ἦν τῆς ἀνθρωπίνης ἀσθενείας, τὸ δὲ τῆς θείας δυνάμεως. Ἐκαθεύδησεν ἐν τῷ πλοίῳ, ἀλλὰ καὶ τῆς θαλάττης τὴν ζάλην ἐκοίμησε· τοῦτο τῆς παθητῆς φύσεως, ἐκεῖνο τῆς ποιητικῆς καὶ δημι ουργικῆς καὶ τῆς τοῖς πᾶσι τὸ εἶναι δωρησαμένης. Ἐκοπίασε βαδίσας, ἀλλὰ καὶ χωλοὺς ἀρτίποδας εἰρ γάσατο, καὶ νεκροὺς ἐκ τῶν τάφων ἀνέστησε· καὶ τὸ μὲν ἦν τῆς ὑπερκοσμίου δυνάμεως, τὸ δὲ τῆς ἡμετέ ρας ἀσθενείας. Ἐδειλίασε θάνατον, καὶ ἔλυσε 83.1428 θάνατον· καὶ τὸ μὲν τοῦ θνητοῦ δηλωτικὸν, τὸ δὲ τοῦ ἀθανάτου, μᾶλλον δὲ ζωοποιοῦ τυγχάνει σημαντικόν. Ἐσταυρώθη, κατὰ τὸν μακάριον Παῦλον, ἐξ ἀσθε νείας· ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ, κατὰ τὸν αὐτόν. Τὸ τῆς ἀσθενείας ὄνομα διδασκέτω οὐχ ὡς ὁ παντο δύναμος, καὶ ἀπερίγραφος, καὶ ἄτρεπτος καὶ ἀναλ λοίωτος προσηλώθη, ἀλλ' ἡ ἐκ δυνάμεως Θεοῦ ζωο ποιηθεῖσα φύσις, κατὰ τὴν τοῦ Ἀποστόλου διδασκα λίαν, ἀπέθανε καὶ ἐτάφη· ἀμφότερα τῆς τοῦ δούλου μορφῆς. Πύλας χαλκᾶς συνέτριψε καὶ μοχλοὺς σι δηροῦς συνέθλασε, καὶ κατέλυσε τοῦ θανάτου τὸ κράτος, καὶ ἐν τρισὶν ἡμέραις ἀνέστησε τὸν οἰκεῖον ναόν· ταῦτα τῆς τοῦ Θεοῦ μορφῆς τὰ γνωρίσματα, κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Οὕτως ἐν τῷ ἑνὶ Χριστῷ διὰ μὲν τῶν παθῶν θεωροῦμεν τὴν ἀνθρωπότητα, διὰ δὲ τῶν θαυμάτων νοοῦμεν αὐτοῦ τὴν θεότητα. Οὐ γὰρ εἰς δύο Χριστοὺς τὰς δύο φύσεις μερίζομεν. Καὶ ἴσμεν, ὅτι μὲν ἐκ τοῦ Πατρὸς ὁ Θεὸς Λόγος ἐγεννήθη, καὶ ἐκ σπέρματος Ἀβραὰμ καὶ ∆αβὶδ ἡ ἡμετέρα ἀπαρχὴ προσελήφθη. ∆ιὸ καὶ ὁ μακάριος Παῦλός φησι, περὶ τοῦ Ἀβραὰμ διαλε γόμενος· «Οὐκ εἶπε, Καὶ τοῖς σπέρμασί σου, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.» Καὶ Τιμοθέῳ δὲ γράφων, «Μνη μόνευε, φησὶν, Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νε κρῶν ἐκ σπέρματος ∆αβὶδ, κατὰ τὸ Εὐαγγέλιόν μου.» Καὶ Ῥωμαίοις ἐπιστέλλων· «Περὶ τοῦ Υἱοῦ αὐτοῦ, φησὶ, τοῦ γενομένου ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα.» Καὶ πάλιν· «Ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα.» Καὶ ὁ εὐαγγελιστής· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αβὶδ, υἱοῦ Ἀβραάμ.» Καὶ ὁ μακάριος Πέτρος ἐν ταῖς Πράξεσι, «Προφήτης, φησὶν, ὑπάρχων ὁ ∆αβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸν Χριστὸν καὶ καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ· προειδὼς ἐλάλησε περὶ τῆς ἀναστά σεως αὐτοῦ.» Καὶ ὁ Θεὸς τῷ Ἀβραάμ φησι· «Ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς.» Καὶ ὁ Ἡσαΐας δέ· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν.» Καὶ μετ' ὀλίγα, «Καὶ ἔσται, φησὶν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι· καὶ ἔσται ἡ ἀνά παυσις αὐτοῦ τιμή.» ∆ῆλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς τὸ μὲν κατὰ σάρκα ὁ Χριστὸς τοῦ Ἀβραὰμ καὶ ∆αβὶδ ὑπῆρχεν ἀπόγονος, καὶ τὴν αὐτὴν αὐτοῖς περιέκειτο φύσιν, κατὰ δὲ τὴν θεότητα τοῦ Θεοῦ προαιώνιός ἐστιν Υἱὸς καὶ Λόγος, ἀφράστως τε καὶ ὑπὲρ ἄνθρωπον ἐκ τοῦ Πατρὸς γεννηθεὶς, καὶ συναΐδιος ὑπάρχων ὡς ἀπαύ γασμα καὶ χαρακτὴρ καὶ Λόγος. Ὡς γὰρ λόγος πρὸς 83.1429 νοῦν καὶ ἀπαύγασμα πρὸς τὸ φῶς