1

 2

 3

 4

 5

 6

 7

7

βοῆσαι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος. Ποίμανον ἡμᾶς, Κύριε, ἵνα μὴ γενώμεθα ὡς τὸ ἀπαρχῆς ὅτε οὐκ ἦρχες ἡμῶν, οὐδὲ ἐπεκέκλητο τὸ ὄνομά σου ἐφ' ἡμᾶς. Ἴδε, Κύριε, ὅτι ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν· ὅτι εἰσῆλθε δόγματα πονηρὰ εἰς τὴν κληρονομίαν. Ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ὅτι εὐφράνθησαν θυγατέρες ἀλλοφύλων ἐπὶ τοῖς ἡμετέροις κακοῖς. Ὅτι ἐμερίσθημεν εἰς γλώσσας πολλὰς οἱ πρώην ὁμοφρονοῦντές τε καὶ ὁμοφωνοῦντες. Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν ἣν ἀπωλέσαμεν, τῶν σῶν ἐντολῶν ἀμελήσαντες. Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν· ποίησον τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λῦσον, τὴν ἀναφυεῖσαν ἀσέβειαν. Συνάγαγε ἡμᾶς ἕνα καθ' ἕνα τὸν νέον σου Ἰσραὴλ, οἰκοδομῶν Ἱερουσαλὴμ καὶ τὰς διασπορὰς Ἰσραὴλ ἐπισυνάγων. Γενώμεθα πάλιν μία ποίμνη, καὶ πάντες ὑπὸ σοῦ ποιμανθείημεν· σὺ γὰρ εἶ ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὑτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων. Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς, Κύριε; ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος· ἐπιτίμησον τοῖς ἀνέμοις καὶ τῇ θαλάττῃ· καὶ δὸς γαλήνην τῇ Ἐκκλησίᾳ σου καὶ κυμάτων ἀπαλλαγήν. Ταῦτα καὶ ὅσα τοιαῦτα παρακαλῶ τὴν ὑμετέραν θεοσέβειαν βοᾷν πρὸς τὸν τῶν ὅλων Θεόν· ἀγαθὸς γὰρ ὢν καὶ φιλάνθρωπος, καὶ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν ἀεὶ, τῆς ὑμετέρας δεήσεως ἐπακούσεται, καὶ τὸν παρόντα. ζόφον ἀποσκεδάσει τὸν τῆς Αἰγυπτιακῆς πληγῆς ζοφωδέστερον, καὶ τὴν αὑτοῦ φίλην χαριεῖται γαλήνην, καὶ συνάξει τοὺς διεσκορπισμένους, καὶ τοὺς ἀπωσμένους εἰσδέξεται. Καὶ ἀκουσθήσεται πά 83.1433 λιν φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Τότε καὶ ἡμεῖς βοήσομεν πρὸς αὐτόν· «Εὐφράνθημεν ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά.» Καὶ ὑμεῖς δὲ τῆς αἰτήσεως τυχόντες, ἀνυμνοῦντες αὐτὸν ἐρεῖτε· «Εὐλογητὸς ὁ Θεὸς ὃς οὐκ ἀπέστησε τὴν προσευχὴν ἡμῶν, καὶ τὸ ἔλεος αὑτοῦ ἀφ' ἡμῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.»