1

 2

 3

 4

 5

 6

 7

4

σχηματισθῆναι εἰς εἶδος ἀνθρώπειον καὶ φα νῆναι ὡς ἄνθρωπον, φαντασίᾳ μᾶλλον ἢ ἀληθείᾳ χρησάμενον. Βαλεντῖνος δὲ καὶ Βαρδισάνης τὴν μὲν γέννησιν δέχονται· τὴν δὲ ἀνάληψιν ἀρνοῦνται τῆς ἡμετέρας φύσεως, οἷόν τινι σωλῆνι χρήσασθαι τῇ Παρθένῳ λέγοντες τὸν Υἱὸν τοῦ Θεοῦ. Σαβέλλιος δὲ ὁ Λίβυς, καὶ Φωτεινὸς, καὶ Μάρκελλος ὁ Γαλάτης, καὶ Παῦλος ὁ Σαμοσατεὺς, ἄνθρωπον ψιλὸν ἐκ τῆς Παρ θένου γεννηθῆναι λέγουσι· τὸ δὲ καὶ Θεὸν εἶναι τὸν προαιώνιον Χριστὸν, διαῤῥήδην ἀρνοῦνται· Ἄρειος δὲ καὶ Εὐνόμιος σῶμα μόνον ἀνειληφέναι ἐκ τῆς Παρθένου τὸν Θεὸν Λόγον φασίν· Ἀπολινάριος δὲ τῷ σώματι προστίθησι καὶ ψυχὴν ἄλογον, ὡς τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου ὑπὲρ ἀλόγων, οὐχ ὑπὲρ λογικῶν γεγενημένης· ἡ δὲ τῶν ἀποστόλων διδασκαλία τέλειον ἄνθρωπον ὑπὸ τελείου Θεοῦ ἀνει λῆφθαι διδάσκει· τὸ γὰρ, «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρ χων μορφὴν δούλου ἔλαβε,» τοῦτο δηλοῖ· ἀντὶ φύσεως γὰρ καὶ οὐσίας ἡ μορφὴ πρόκειται· δηλοῖ γὰρ ὅτι φύσιν ἔχων Θεοῦ, φύσιν ἔλαβε δούλου. ∆ιὸ τοῖς μὲν πρώτοις τῆς ἀσεβείας εὑρεταῖς Μαρκίωνι καὶ τῷ Μάνεντι καὶ Βαλεντίνῳ διαλεγόμενοι ἀποδεικνύ ναι σπουδάζομεν ἐκ τῶν θείων Γραφῶν, ὅτι οὐ μό νον Θεὸς, ἀλλὰ καὶ ἄνθρωπος ὁ ∆εσπότης Χριστός. Ἀρείου δὲ καὶ Εὐνομίου καὶ Ἀπολιναρίου τὸ περὶ τὴν οἰκονομίαν ἀτελὲς δῆλον ποιοῦντες τοῖς ἀγνοοῦσι, τελείαν εἶναι τὴν ληφθεῖσαν ἀποφαινόμεθα φύσιν ἐκ τῶν θείων λογίων τοῦ Πνεύματος· Σαβελλίου δὲ καὶ Φωτεινοῦ καὶ Μαρκέλλου καὶ Παύλου τὴν ἀσέβειαν ἐλέγχομεν, μάρτυρι τῇ θείᾳ Γραφῇ κεχρημένοι καὶ δεικνύντες, ὡς οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ Θεὸς προαιώνιος καὶ τῷ Πατρὶ ὁμοούσιος ὁ ∆εσπότης Χρι στός. Ὅτι γὰρ ψυχὴν ἀνέλαβε λογικὴν, αὐτὸς ὁ Κύριος διδάσκει λέγων· «Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.» Καὶ πάλιν· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Καὶ ἑτέρωθι· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ.» Καὶ ὁ ἄγγελος πρὸς τὸν 83.1425 Ἰωσήφ· «Παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ πάντες οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.» Καὶ ὁ εὐαγγελιστής· «Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» Προ κόπτει δὲ ἡλικίᾳ καὶ σοφίᾳ οὐ θεότης ἡ ἀεὶ τελεία, ἀλλ' ἡ ἀνθρωπεία φύσις, ἡ χρόνῳ καὶ γινομένη, καὶ αὐξομένη καὶ τελειουμένη. Οὗ χάριν τὰ μὲν ἀνθρώπινα πάντα τοῦ ∆εσπότου Χριστοῦ, πεῖνάν φημι καὶ δίψαν καὶ κόπον, καὶ ὕπνον, καὶ δειλίαν, καὶ ἱδρῶτας, καὶ προσευχὴν, καὶ ἄγνοιαν, καὶ ὅσα τοιαῦτα τῆς ἡμετέρας ἀπαρχῆς εἶναί φαμεν, ἣν ἀναλαβὼν ὁ Θεὸς Λόγος ἥνωσεν ἑαυτῷ, τὴν ἡμετέ ραν πραγματευόμενος σωτηρίαν. Τὸν δὲ τῶν χωλῶν δρόμον, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν, καὶ τὰς τῶν ἄρτων πηγὰς, καὶ τὴν τοῦ ὕδατος εἰς οἶνον μεταβο λὴν, καὶ πάσας τὰς ἄλλας θαυματουργίας τῆς θείας εἶναι δυνάμεως ἔργα πιστεύομεν. Ὡς τὸν αὐτόν φημι δὴ τὸν ∆εσπότην Χριστὸν, καὶ πάσχειν, καὶ πάθη λύειν· πάσχειν μὲν κατὰ τὸ ὁρώμενον, λύειν δὲ τὰ πάθη κατὰ τὴν ἀῤῥήτως οἰκοῦσαν θεότητα. ∆ηλοῖ δὲ τοῦτο σαφῶς καὶ τῶν ἱερῶν Εὐαγγελίων ἡ ἱστορία. Καὶ μανθάνομεν ἐκεῖθεν, ὡς ἐν φάτνῃ κείμενος καὶ σπάρ γανα περιβεβλημένος, ὑπὸ ἀστέρος ἐκηρύττετο, καὶ ὑπὸ μάγων προσεκυνεῖτο, καὶ ὑπὸ ἀγγέλων ὑμνεῖτο, καὶ διακρίνομεν εὐσεβῶς, ὅτι τὰ ῥάκη, καὶ σπάργανα, καὶ τῆς κλίνης ἡ ἀπορία, καὶ ἡ πολλὴ εὐτέλεια, τῆς ἀνθρωπότητος ἴδια. Ὁ δὲ τῶν Μάγων δρόμος καὶ τοῦ ἀστέρος ἡ ποδηγία καὶ ἡ τῶν ἀγγέλων χορεία κηρύττει τὴν τοῦ κρυπτομένου θεότητα. Οὕτως ἀποδιδράσκει μὲν εἰς Αἴγυπτον, καὶ τῇ φυγῇ τῆς Ἡρώδου μανίας ἀπαλλάττεται· καὶ γὰρ ἄνθρωπος ἦν. Συσσείει δὲ, κατὰ τὸν Προφήτην, τὰ χειροποίητα Αἰγύπτου· Θεὸς γὰρ ὑπῆρχε. Περιτέμνεται καὶ φυλάττει τὸν νόμον καὶ