1

 2

 3

 4

 5

 6

 7

6

ἀχωρίστως ἔχει, οὕτως ὁ μονογενὴς Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα. Φαμὲν τοίνυν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν Υἱὸν εἶναι μονογενῆ τοῦ Θεοῦ καὶ πρωτότοκον· μο νογενῆ μὲν καὶ πρὸ τῆς ἐνανθρωπήσεως, καὶ μετὰ τὴν ἐνανθρώπησιν· πρωτότοκον δὲ μετὰ τὴν ἐκ Παρθένου γέννησιν· τῷ γὰρ Μονογενεῖ τὸ Πρωτό τοκος ὄνομα ἐναντίον μὲν εἶναί πως δοκεῖ, διότι μονογενὴς μὲν ὁ μόνος ἔκ τινος γεννηθεὶς προσαγο ρεύεται, πρωτότοκος δὲ ὁ πολλῶν ἀδελφῶν πρῶτος. Τὸν δὲ Θεὸν Λόγον μόνον ἐκ τοῦ Πατρὸς αἱ θεῖαι Γραφαὶ γεννηθῆναι λέγουσιν· γίνεται δὲ καὶ πρωτό τοκος ὁ Μονογενὴς, τὴν ἡμετέραν φύσιν εἰληφὼς ἐκ τῆς Παρθένου, καὶ ἀδελφοὺς τοὺς εἰς αὐτὸν πεπιστευ κότας προσαγορεῦσαι καταξιώσας· ὡς εἶναι τὸν αὐ τὸν μονογενῆ μὲν καθὸ Θεὸς, πρωτότοκον δὲ καθὸ ἄνθρωπος. Οὕτως ἡμεῖς τὰς δύο φύσεις ὁμολογοῦν τες τὸν ἕνα Χριστὸν προσκυνοῦμεν, καὶ μίαν αὐτῷ προσφέρομεν τὴν προσκύνησιν. Τὴν γὰρ ἕνωσιν ἐξ αὐτῆς τῆς συλλήψεως ἐν τῇ ἁγίᾳ τῆς Παρθένου νηδύϊ γεγενῆσθαι πιστεύομεν. ∆ιὸ καὶ Θεοτόκον καὶ ἀν θρωποτόκον τὴν ἁγίαν Παρθένον προσαγορεύομεν. Ἐπειδὴ καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς, Θεὸς καὶ ἄνθρωπος ὑπὸ τῆς θείας καλεῖται Γραφῆς. Καὶ ὁ Ἐμμανουὴλ δὲ, τῶν δύο φύσεων κηρύττει τὴν ἕνω σιν. Εἰ δὲ τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον ὁμολο γοῦμεν καὶ λέγομεν, τίς οὕτως εὐήθης, ὡς φυγεῖν τὴν ἀνθρωποτόκος φωνὴν, μετὰ τῆς Θεοτόκου τιθε μένην; Ἐν γὰρ τῷ ∆εσπότῃ Χριστῷ τὰς δύο τίθε μεν προσηγορίας· διὸ ἡ Παρθένος τετίμηται καὶ κε χαριτωμένη προσηγορεύθη· τίς οὖν εὖ φρονῶν παραιτήσαιτο, ἀπὸ τῶν τοῦ Σωτῆρος ὀνομάτων ἀπο καλέσαι τὴν Παρθένον, ἣ δι' ἐκεῖνον παρὰ τῶν πιστῶν γεραίρεται; Οὐ γὰρ ὁ ἐξ αὐτῆς δι' αὐτὴν σεβάσμιος, ἀλλ' αὐτὴ διὰ τὸν ἐξ αὐτῆς ταῖς μεγίσταις προσηγορίαις καλλύνεται. Εἰ μὲν οὖν Θεὸς μόνον ὁ Χριστὸς, καὶ ἐκ τῆς Παρθένου τοῦ εἶναι τὴν ἀρχὴν εἴληφεν, ἐντεῦθεν μόνον ἡ Παρθένος ὀνομαζέσθω καὶ καλείσθω Θεοτόκος ὡς Θεὸν φύσει γεννήσασα. Εἰ δὲ Θεὸς καὶ ἄνθρωπος ὁ Χριστὸς, καὶ τὸ μὲν ἦν ἀεὶ (οὔτε γὰρ ἤρξατο τοῦ εἶναι· συναΐδιος γὰρ τῷ γεννήσαντι), τὸ δὲ ἐπ' ἐσχά των τῶν καιρῶν ἐκ τῆς ἀνθρωπείας ἐβλάστησε φύσεως, ἑκατέρωθεν ὁ δογματίζειν ἐθέλων, πλεκέτω τῇ Παρθένῳ τὰς προσηγορίας, δηλῶν ποῖα μὲν τῇ φύσει, ποῖα δὲ τῇ ἑνώσει προσήκει. Εἰ δὲ πανηγυρικῶς τις λέγειν ἐθέλοι, καὶ ὕμνους ὑφαίνειν, καὶ ἐπαίνους διεξιέναι, καὶ βούλεται τοῖς σεμνοτέροις ὀνόμασιν ἀναγκαίως κεχρῆσθαι, οὐ δογματίζων ὡς ἔφην, ἀλλὰ πανηγυρίζων καὶ θαυμάζων ὡς οἷόν τε τοῦ μυστηρίου τὸ μέγεθος· ἀπολαυέτω τοῦ πόθου, καὶ τοῖς μεγάλοις ὀνόμασι κεχρήσθω, καὶ ἐπαινείτω καὶ θαυμαζέτω. Πολλὰ γὰρ τοιαῦτα παρὰ τοῖς ὀρθοδόξοις διδασκάλοις εὑρίσκομεν· πανταχοῦ δὲ τὸ μέτριον τιμάσθω. Ἐπαινῶ γὰρ τὸν εἰρηκότα, ἄριστον εἶναι τὸ μέτριον, εἰ καὶ τῆς ἡμετέρας ἀγέλης οὐκ 83.1432 ἐστιν. Αὕτη τῆς ἐκκλησιαστικῆς πίστεως ἡ ὁμολογία· τοῦτο τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς διδασκαλίας τὸ δόγμα. Ὑπὲρ τούτου τρὶς καὶ πολλάκις ἀποθανεῖν τῆς τοῦ Θεοῦ δηλονότι χάριτος συνεργούσης οὐ παραιτησόμεθα. Ταῦτα καὶ τοὺς νῦν πλανωμένους διδάξαι προεθυμήθημεν· καὶ πολλάκις αὐτοὺς εἰς διάλεξιν προὐκαλεσάμεθα, ὑποδεῖξαι αὐτοῖς σπουδάζοντες τὴν ἀλήθειαν, καὶ οὐ πεπείκαμεν. Ὑφορώμενοι γὰρ τῶν ἐλέγχων τὸ προφανὲς ἔφυγον τοὺς ἀγῶνας· σαθρὸν γὰρ ὡς ἀληθῶς τὸ ψεῦδος, καὶ τῷ σκότει συνεζευγμένον. «Πᾶς γὰρ, φησὶν, ὁ φαῦλα πράσσων, οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ ὑπὸ τοῦ φωτὸς τὰ ἔργα αὐτοῦ.» Ἐπειδὴ τοίνυν πολλὰ πεπονηκότες, οὐ πεπείκαμεν αὐτοὺς ἐπιγνῶναι τὴν ἀλήθειαν, εἰς τὰς οἰκείας ἐπανήλθομεν Ἐκκλησίας ἀθυμοῦντες καὶ χαίροντες· τὸ μὲν, διὰ τὸ ἡμέτερον ἀπλανὲς, τὸ δὲ, διὰ τὴν τῶν μελῶν ἡμῶν σηπεδόνα. ∆ιὸ τὴν ὑμετέραν ἁγιωσύνην παρακαλῶ, ἐκθύμως τὸν φιλάνθρωπον ἡμῶν ἱκετεῦσαι ∆εσπότην, καὶ πρὸς αὐτὸν