1

 2

 3

 4

 5

 6

 7

3

τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ Ἡσαΐας δὲ βοᾷ, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ 83.1421 ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυ ρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλον τος αἰῶνος.» Καὶ πάλιν· «Ὀπίσω σου, φησὶν, ἀκο λουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσ εύξονται, ὅτι ἐν σοὶ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδεισαν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Καὶ τὸ Ἐμμανουὴλ δὲ ὄνομα, Θεοῦ καὶ ἀνθρώπου τυγχάνει σημαντικὸν, ἑρμηνεύε ται γὰρ, κατὰ τὴν τοῦ Εὐαγγελίου διδασκαλίαν, Μεθ' ἡμῶν ὁ Θεὸς, τουτέστιν, ἐν ἀνθρώπῳ Θεὸς, ἐν τῇ ἡμετέρᾳ φύσει Θεός. Καὶ ὁ θεῖος δὲ Ἱερεμίας προ θεσπίζει λέγων· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθή σεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστή μης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὑτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Καὶ ἄλλας δ' ἄν τις μυρίας εὕροι φωνὰς ἔκ τε τῶν θείων Εὐαγγελίων καὶ τῶν ἀποστολικῶν συγγραμ μάτων, καὶ ἐκ τῶν προφητικῶν θεσπισμάτων, δει κνυούσας, ὅτι Θεὸς ἀληθινὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ὅτι δὲ καὶ ἄνθρωπος μετὰ τὴν ἐνανθρώπησιν προσαγορεύεται, διδάσκει μὲν αὐτὸς ὁ Κύριος, Ἰου δαίοις διαλεγόμενος καὶ βοῶν· «Τί με ζητεῖτε ἀπο κτεῖναι, ἄνθρωπον, ὅστις τὴν ἀλήθειαν ὑμῖν λελά ληκα;» καὶ ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Κοριν θίους προτέρᾳ λέγων· «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν.» Καὶ δεικνὺς περὶ τίνος λέγει, ἑρμηνεύει τὸ εἰρημένον, οὑτωσὶ λέγων· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιη θήσονται.» Καὶ Τιμοθέῳ δὲ γράφων ὁμοίως φησίν· «Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς.» Καὶ ἐν ταῖς Πράξεσιν, ἐν Ἀθήναις δημηγορῶν· «Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, φησὶ, τὰ νῦν παραγγέλλει πᾶσι πανταχοῦ μετανοεῖν· καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστή σας αὐτὸν ἐκ νεκρῶν.» Καὶ ὁ μακάριος Πέτρος Ἰουδαίοις διαλεγόμενος, «Ἄνδρες, φησὶν, Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Να ζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς σημείοις καὶ τέρασι, καὶ δυνάμεσιν οἷς, ἐποίη σεν ὁ Θεὸς δι' αὐτοῦ.» Καὶ ὁ προφήτης δὲ Ἡσαΐας τοῦ ∆εσπότου Χριστοῦ τὰ πάθη προαγορεύων, ὃν πρὸ βραχέων ὠνόμασε Θεὸν, τοῦτον ἄνθρωπον ἀπο καλεῖ λέγων· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· οὗτος τὰς ἀνομίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται.» Καὶ ἄλλας δ' ἂν ὁμοφώνους μαρτυρίας συλλέξας ἐκ τῆς ἁγίας Γρα φῆς, ἐνέθηκα ἂν τῇ ἐπιστολῇ, εἰ μὴ τὴν ὑμετέραν θεοσέβειαν ἠπιστάμην βίον ἔχειν τὴν τῶν θείων λο 83.1424 γίων μελέτην, κατὰ τὸν ἐν Ψαλμοῖς μακαριζόμενον ἄνθρωπον. Τῇ ὑμετέρᾳ τοίνυν φιλοπονίᾳ καταλιπὼν τὴν τῶν μαρτυριῶν συλλογὴν, ἐπὶ τὰ προκείμενα βαδιοῦμαι. Θεὸν τοίνυν ἀληθινὸν καὶ ἄνθρωπον ἀληθινὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογοῦμεν, οὐκ εἰς δύο πρόσωπα διαιροῦντες τὸν ἕνα, ἀλλὰ δύο φύσεις ἀσυγχύτως ἡνῶσθαι πιστεύομεν. Οὕτω γὰρ καὶ τὴν πολυσχεδῆ τῶν αἱρετικῶν βλασφημίαν ῥᾳδίως διελέγξαι δυνησόμεθα· πολλὴ καὶ ποικίλη τῶν ἐπαναστάντων τῇ ἀληθείᾳ ἡ πλάνη, ὡς αὐτίκα δη λώσομεν. Μαρκίων μὲν γὰρ καὶ Μάνης οὔτε ἀν ειληφέναι ἀνθρωπείαν φύσιν τὸν Θεὸν Λόγον φασὶν, οὔτε ἐκ Παρθένου τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γεγεννῆσθαι πεπιστεύκασιν· ἀλλ' αὐτὸν τὸν Θεὸν Λόγον