Narratio de imagine Edessena Κωνσταντίνου ἐν Χριστῷ βασιλεῖ αἰωνίῳ βασιλέως Ῥωμαίων διήγησις ἀπὸ διαφόρων ἀθροισθεῖσα ἱστοριῶν περὶ τῆς πρὸς Αὔγαρον ἀποσταλείσης ἀχειροποιήτου θείας εἰκόνος Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, καὶ ὡς ἐξ Ἐδέσης μετεκομίσθη πρὸς τὴν πανευδαίμονα ταύτην καὶ βασιλίδα τῶν πόλεων Κωνσταντινούπολιν. 1 Οὐκ ἄρα μόνος αὐτὸς ἀκατάληπτος ἦν ὁ συναΐδιος τῷ πατρὶ θεὸς λόγος, ἀλλὰ καὶ τὰ πλείω σχεδὸν ἢ καὶ πάντα τῶν ἔργων αὐτοῦ τῷ αὐτῷ τῆς ἀκαταληψίας γνόφῳ περικαλύπτεται· οὐ μόνον ὅσα τὸ πᾶν τοῦτο δημιουργῶν ὑπεστήσατο, ἀλλὰ καὶ ὅσα ἐν τῷ δι' οἰκονομίαν προσλήμματι τοῦ ἡμετέρου φυράματος ὁμιλήσας ἡμῖν κατὰ τὴν πρώτην καὶ μίαν ἐκείνην ἐνήργει τῆς αὐτοῦ θεότητος δύναμιν. καὶ χρὴ πάντως τὸν ἑαυτὸν μὴ ἀγνοοῦντα καὶ τὰ ὑπὲρ αὐτὸν μὴ εἰδέναι γινώσκοντα μὴ εἰς τὰ ἄμετρα καυχᾶσθαι μηδὲ κενεμβατεῖν ἀμαθῶς καὶ ἢ πάντα εἰδέναι φιλονεικεῖν ἢ μηδὲ εἶναι ἅπερ αὐτὸς οὐ κατείληφε. 2 τοίνυν καὶ περὶ τοῦ ἐκτυπώματος τῆς θεανδρικῆς τούτου μορφῆς, ὃ ἀγράφως ἀνετυπώθη τῷ ὑπερφυεῖ τοῦ δρῶντος βουλήματι εἰς τὸ ὑποδεξάμενον ὕφασμα, καὶ τότε μὲν τῷ Αὐγάρῳ ἀπεστάλη πρὸς ἴασιν, νῦν δὲ ἐξ Ἐδέσης πρὸς τὴν βασιλεύουσαν ταύτην τῶν πόλεων οἰκονομίᾳ πάντως θεοῦ πρὸς σωτηρίαν αὐτῆς καὶ φυλακὴν μετενήνεκται, ὡς ἂν μηδενὸς τῶν καλῶν ἐνδεὴς δοκῇ, ἐν πᾶσιν ὀφείλουσα πάντων κρατεῖν, οἶμαι δεῖν τὸν εὐσεβῆ καὶ δίκαιον ἀκροατήν τε καὶ θεατὴν τὴν ἱστορίαν μὲν τῶν καθ' ἕκαστα ἀκριβῶς μαθεῖν ἀπαιτεῖν καὶ τῆς ἀρχαιολογίας ἐθέλειν ἀπαραποίητον τὴν γνῶσιν λαβεῖν, τὴν δὲ αἰτίαν τοῦ πῶς ἐξ ἰκμάδος ὑγρᾶς δίχα χρωμάτων καὶ τέχνης τῆς γραφικῆς ἐναπεμορφώθη τὸ τοῦ προσώπου εἶδος ἐν τῷ ἐκ λίνου ὑφάσματι καὶ πῶς τὸ ἐξ ὕλης οὕτως εὐφθάρτου τῷ χρόνῳ διαφθορὰν οὐκ ἐδέξατο καὶ ὅσα ἄλλα ὁ φυσικῶς δῆθεν ἐπιβάλλων τοῖς πράγμασι φιλεῖ πολυπραγμόνως διερευνᾶν τῷ ἀνεφίκτῳ τῆς τοῦ θεοῦ σοφίας παραχωρεῖν εἰδώς, ὡς εἴ τις πάντα φιλονεικήσει τῷ νῷ διαλαβεῖν ἀκριβῶς, εἰς τὴν παντελῆ ἀγνωσίαν ὠσθεὶς καὶ εἰς ἄβυσσον ἀκαταληψίας ἀποπεσὼν κινδυνεύσει περὶ τὰ καίρια ζημιωθεὶς τὰ μεγάλα, ἵνα μὴ δόξῃ τὰ μικρὰ συγχωρεῖν. 3 ὅσοι οὖν τῶν περὶ τὴν πίστιν ὀρθῶν καὶ θερμοτέρων περὶ τὸν ζῆλον ἐνταῦθα συνεληλύθατε, δεῦτε ἀκούσατε καὶ διηγήσομαι ὑμῖν, ἅπερ τῇ δεούσῃ βασάνῳ ἕκαστα πολυπραγμονήσας καὶ οὐκ ἀταλαιπώρως περὶ τὴν τῆς ἀληθείας διαγενόμενος ζήτησιν, ἀπό τε τῶν ἱστορίας γραψάντων καὶ ἀπὸ τῶν ἐκεῖθεν ὡς ἡμᾶς ἐλθόντων, ἃ ὡς δι' ἀπορρήτων τῇ μνήμῃ παρ' αὐτοῖς διασώζεσθαι ἔλεγον, ἀκριβῶσαι ἐξίσχυσα. 4 τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἀνορθώσει πρὸς ἡμᾶς ἐκδη μήσαντος, ἦν κατὰ τὴν τοῦ προφήτου φωνὴν πλῆθος εἰρήνης ἐπὶ τῆς γῆς καὶ τὸ πολύαρχον διεσκέδαστο, ὥσπερ ὑπὸ μιᾶς ζώνης τῆς Ῥωμαίων ἀρχῆς ἁπάσης διαζωσθείσης τῆς οἰκουμένης καὶ ὑφ' ἑνὶ ταττομένης σημάντορι, καὶ διὰ τοῦτο πᾶσαι πάντων καὶ πρὸς πάντας ἐπιμιξίαι ἐγίνοντο ἀδεῶς καὶ οὐ μεμερισμένως τὴν γῆν οἰκεῖν ἐδόκουν οἱ ἄνθρωποι, ἀλλ' ὡς ἑνὸς δεσπότου κτῆμα τυγχάνουσαν ὡς καὶ ἑνὸς τὴν πᾶσαν οὖσαν δημιουργοῦ, τῷ πρώτῳ τὸν αὐχένα δοῦλον ὑποκλίναντες πρὸς ἀλλήλους εἰρήνευον. 5 διὸ καὶ ὁ τῆς Ἐδέσης τὸ τηνικαῦτα τοπάρχης Αὔγαρος τῷ τῆς Αἰγύπτου ἐξηγουμένῳ φίλος καὶ γνώριμος ἦν καὶ παρ' ἀλλήλους οἱ ἑκατέρων ἐφοίτων διάκονοι. ὅθεν καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον, καθ' ὃν ὁ κύριος ἡμῶν καὶ θεὸς τὸ πατρικὸν βούλημα πληρῶν τὴν σωτήριον διδασκαλίαν τοῖς ἀνθρώποις προὐτίθετο καὶ διὰ τῶν ὑπερφυῶν καὶ παραδόξων θαυμάτων εἰς τὴν περὶ αὐτὸν πίστιν τοὺς ἀνθρώπους ἐπέστρεφε, συνέβη τῶν τοῦ Αὐγάρου ὑπηρετῶν τινα Ἀνανίαν ὀνομαζόμενον πρὸς τὴν Αἴγυπτον διὰ τῆς Παλαιστίνης ἰόντα, περιτυχεῖν καὶ θεάσασθαι πόρρωθεν τὸν Χριστὸν τὰ πλήθη τοῖς λόγοις τῆς πλάνης ἐξέλκοντα καὶ