1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

1

7.Pin.t Ζ ΤΑ∆Ε ΤΟ ΕΒ∆ΟΜΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗ ΕΥΑΓΓΕΛΙΚΗΣ

ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ

7.Pin.1 αʹ. Τὰ περὶ τοῦ τῶν ἀνέκαθεν ἑβραίων βίου καὶ ὡς εὐλόγως τὰς ἐνθέους αὐτῶν γραφὰς τῶν πατρίων λόγων προετιμήσαμεν βʹ. Ἀνακεφαλαίωσις τῆς παρὰ τοῖς ἄλλοις ἔθνεσι θεολογίας καὶ οἵων κακῶν αἰτία συνέστη τῷ βίῳ γʹ. Παράθεσις τοῦ τῶν ἑβραίων τρόπου καὶ ὅπως ἐδόξαζον περὶ τοῦ ποιητοῦ καὶ δημιουργοῦ τῶν ὅλων δʹ. Ὅπως ἐφρόνουν περὶ ἀθανασίας ψυχῆς καὶ περὶ τῆς τῶν σωμάτων οὐσίας εʹ. Ὅπως φιλόθεοι γεγονότες τῶν ἀναγράπτων θεοφανειῶν καὶ χρησμῶν ἠξιώθησαν ʹ. Ὡς ἐκτὸς ἦσαν Ἰουδαϊσμοῦ πρόσθεν ἢ Μωσέα γενέσθαι ἐπ' εὐσεβείᾳ διαλάμψαντες ζʹ. Ὡς αὐτὸς ὁ Μωσῆς Ἑβραίων τῶν πρὸ τῆς ἡλικίας αὐτοῦ τῇ οἰκείᾳ καταβέβληται γραφῇ τοὺς βίους ηʹ. Ὡς εὐλόγῳ κρίσει καὶ σώφρονι λογισμῷ τὴν περὶ τῶνδε ἱστορίαν παρεδεξάμεθα θʹ. Ἐπιδρομὴ τῶν κατὰ τοὺς δηλουμένους βίων τῶν τε πρὸ τοῦ κατακλυσμοῦ θεοφιλῶν ἀνδρῶν καὶ τῶν μετὰ ταῦτα μέχρι τῆς Μωσέως γενεᾶς διαρκεσάντων ιʹ. Περὶ τῶν παρ' Ἑβραίοις δογματικῶν θεωρημάτων ιαʹ. Περὶ τῆς καθόλου προνοίας ιβʹ. Περὶ τῆς συστάσεως καὶ δημιουργίας τοῦ κόσμου ιγʹ. Ἑβραίων δόξαι περὶ τοῦ θεοῦ, τοῦ δὴ καὶ πρώτου τῶν ὅλων αἰτίου ιδʹ. Περὶ τῆς τοῦ δευτέρου αἰτίου θεολογίας ιεʹ. Περὶ τῆς τῶν λογικῶν συστάσεως ιʹ. Περὶ τῆς ἐναντίας δυνάμεως ιζʹ. Περὶ τῆς τἀνθρώπου φύσεως ιηʹ. Περὶ τοῦ μὴ ἀγένητον εἶναι τὴν ὕλην ιθʹ. Ὅτι μὴ ἀγένητος ἡ ὕλη μηδὲ κακῶν αἰτία Ζ 7.1.1 αʹ. ΤΑ ΠΕΡΙ ΤΟΥ ΤΩΝ ΑΝΕΚΑΘΕΝ ΕΒΡΑΙΩΝ ΒΙΟΥ ΚΑΙ ΩΣ ΕΥΛΟΓΩΣ ΤΑΣ ΕΝΘΕΟΥΣ ΑΥΤΩΝ ΓΡΑΦΑΣ ΤΩΝ ΠΑΤΡΙΩΝ ΛΟΓΩΝ ΠΡΟΕΤΙΜΗΣΑΜΕΝ

Ἑβραίων πέρι λοιπὸν καὶ τῆς κατὰ τούτους φιλοσοφίας τε καὶ εὐσεβείας, ἣν τῶν πατρίων ἁπάντων προτετιμήκαμεν, τὸν τοῦ βίου τρόπον 7.1.2 ὑπογράψαι καιρός. ἐπειδὴ γὰρ οὐκ ἀλόγῳ, κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ τῆς διεψευσμένης ὁμοῦ πάντων Ἑλλήνων τε καὶ βαρβάρων θεολογίας τὴν ἀπόλειψιν πεποιημένοι συνέστημεν, ὥρα λοιπὸν τὴν δευτέραν ἐπιλύσασθαι, τὴν αἰτίαν ἀποδιδόντας τῆς τῶν Ἑβραϊκῶν λόγων μεταποιή7.1.3 σεως. τὸ μὲν οὖν μὴ φέρειν τινὰ μέμψιν ἡμῖν τὴν ἀπὸ βαρβάρων τοῦ συμφέροντος μετάληψιν ἐπὶ τῆς δεούσης σχολῆς παραστήσομεν, πάντα τοῖς Ἕλλησι καὶ αὐτοῖς γε τοῖς βοωμένοις αὐτῶν φιλοσόφοις τὰ φιλόσοφα μαθήματα καὶ τὰ ἄλλως κοινὰ καὶ ταῖς πολιτικαῖς λυσιτελοῦντα χρείαις παρὰ βαρβάρων ἐσκευωρῆσθαι ἐπιδείξοντες· τὸ δὲ μηδέν πω μηδ' ὅλως παρά τισιν εὑρῆσθαι τῶν ἐθνῶν οἷον τὸ παρ' Ἑβραίων ἡμῖν ἀγαθὸν πεπορισμένον ὧδε ἂν γένοιτο πρόδηλον·

7.2.1 βʹ. ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ ΤΗΣ ΠΑΡΑ ΤΟΙΣ ΑΛΛΟΙΣ ΕΘΝΕΣΙ ΘΕΟΛΟΓΙΑΣ

ΚΑΙ ΟΙΩΝ ΚΑΚΩΝ ΑΙΤΙΑ ΣΥΝΕΣΤΗ ΤΩΙ ΒΙΩΙ Οἱ μὲν δὴ λοιποὶ πάντες ἄνθρωποι ἄνωθεν ἐκ πρώτης τοῦ βίου συστάσεως καὶ εἰς τὸν μετέπειτα χρόνον μόνῃ τῇ τῶν σωμάτων προσανασχόντες αἰσθήσει τῷ μηδὲν περὶ τῆς ἐν αὐτοῖς ψυχῆς διειληφέναι πλέον τε οὐδὲν τῶν ὁρωμένων ἐν τοῖς οὖσιν ὑπάρχειν ἡγησάμενοι, τὸ καλὸν καὶ συμφέρον καὶ μόνον ἀγαθὸν τῇ τῶν σωμάτων ἀνέθηκαν ἡδονῇ· μόνην τε ταύτην, ὡς τὸ μόνον οὖσαν ἀγαθὸν καὶ προσηνὲς καὶ ἡδὺ