1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

1

Contra Nestorianos

Τοῦ ὁσίου ἀββᾶ Ἰωάννου ∆αμασκηνοῦ τοῦ χρυσορρόα λόγος κατὰ Νεστοριανῶν.

1 Πρὸς τοὺς Νεστορίου ὁμόφρονας οὕτως ἀρκτέον τοῦ λόγου· Εἴπατε ἡμῖν, ὦ οὗτοι, τίνα συνέλαβεν ἡ ἁγία παρθένος, τὸν φύσει υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἢ ἄνθρωπον; Κἂν μὲν εἴπωσι· Τὸν φύσει υἱὸν τοῦ θεοῦ καὶ θεόν, ὀρθόδοξοί εἰσιν. Ἐξ ἀνάγκης γὰρ καὶ θεοτόκον τὴν ἁγίαν παρθένον ὁμολογήσουσιν· ἡ γὰρ θεὸν συλλαβοῦσα καὶ τοῦτον σεσαρκωμένον γεννήσασα πῶς οὐ θεοτόκος; Εἰ δὲ εἴπωσιν· Ἄνθρωπον, τότε ὡς αἱρετικοῖς οὕτω διαλεξώμεθα· Τὸν τοῦ θεοῦ καὶ πατρὸς υἱὸν καὶ λόγον τὸν προαιώνιον, φύσει υἱὸν τοῦ θεοῦ καὶ φύσει θεὸν λέγετε καὶ ὁμοούσιον τῷ θεῷ καὶ πατρί; Ναί, φήσουσιν. Εἶτά φαμεν· Τὸν τῆς παρθένου υἱὸν φύσει υἱὸν τοῦ θεοῦ καὶ φύσει θεὸν λέγετε; Οὔ, ἐροῦσιν. Τότε φήσομεν· Οὐκοῦν δύο υἱοὺς ὁμολογεῖτε τοῦ θεοῦ, ἕνα κατὰ φύσιν καὶ ἕνα κατὰ χάριν, καὶ δύο υἱοῖς προσκυνεῖτε, καὶ γέγονε καθ' ὑμᾶς τετρὰς ἡ τριάς. Εἴπατε οὖν ἡμῖν· Πόθεν δύο τὰς ὑποστάσεις κηρύττειν ἐμάθετε; Οὐκ ἀκούετε τοῦ εὐαγγελίου διαρρήδην φάσκοντος· «Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», καὶ μετ' ὀλίγα· «Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν»; Πόθεν δὲ καὶ μετὰ τὴν τῆς ἐμψύχου σαρκὸς σύλληψιν, τὴν τοῦ θεοῦ λόγου ἐνοίκησιν λέγετε; Οὐ γέγραπται, ὅτι «εἰσελθὼν πρὸς τὴν Μαριὰμ ὁ ἄγγελος εἶπε· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. Ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον ∆αυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον. Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.» Ἰδοὺ σαφῶς ἀποδέδεικται, ὡς τῆς Μαρίας ζητούσης τὸν τῆς συλλήψεως τρόπον οὐκ εἶπεν ὁ ἄγγελος, ὅτι συλλήψῃ πρῶτον, καὶ τότε ἔσται τοῦ θεοῦ ἡ ἐνοίκησις, ἀλλὰ διὰ τῆς ἐπιφοιτήσεως καὶ ἐνεργείας τοῦ ἁγίου πνεύματος καὶ τῆς τοῦ θεοῦ λόγου σκηνώσεως ἔσται ἡ σύλληψις, ὥστε πρῶτον γενέσθαι τὴν τῆς δυνάμεως τοῦ ὑψίστου ἐπισκίασιν ἤτοι τοῦ λόγου τὴν σύλληψιν καὶ τότε τὴν τῆς σαρκὸς ὕπαρξιν ἐν αὐτῷ τῷ λόγῳ ὑφισταμένης· Ὅτι δὲ αὐτὸς ὁ λόγος ἐγένετο ἄνθρωπος, Ἰωάννης ὁ θεολόγος κέκραγε λέγων· «Καὶ θεὸς ἦν ὁ λόγος, καὶ ὁ λόγος σὰρξ ἐγένετο.» Ἐγένετο δὲ ἀμεταβλήτως καὶ ἀτρέπτως· ἄτρεπτον γὰρ τὸ θεῖον καὶ ἀναλλοίωτον. 2 Ὁ λόγος τοίνυν σὰρξ ἐγένετο οὐ τραπεὶς τὴν φύσιν οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλ' ὑπόστασις ὢν μία τῶν τῆς θεότητος ὑποστάσεων ἐγένετο καὶ μία τῶν τῆς ἀνθρωπότητος ὑποστάσεων ἐκ τῆς ἀπειρογάμου παρθένου σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ἐν τῇ αὑτοῦ ὑποστάσει ὑποστήσας καὶ χρηματίσας αὐτῇ ὑπόστασις. Ὥσπερ γάρ ἐστι μάχαιρα ἐκ σιδήρου κατεσκευασμένη μία τῶν ὑποστάσεων τῆς τοῦ σιδήρου φύσεως καὶ ἔστι πῦρ ἅπτον μία τῶν ὑποστάσεων τῆς τοῦ πυρὸς φύσεως καὶ προσελθοῦσα ἡ μάχαιρα τῷ πυρὶ ἐπυρακτώθη καὶ οὐκ αὐτὴν τὴν προϋποστᾶσαν τοῦ πυρὸς ὑπόστασιν ἔλαβεν, ἀλλ' ἐξ αὐτῆς ἀπαρχήν τινα τῆς τοῦ πυρὸς φύσεως λαβοῦσα