Homiliae in Job 361 Κεφ. Αʹ, βʹ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀλη θινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχό μενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Οἱ γὰρ φαῦλοι ἄνθρωποι ψευδεῖς, ὥσπερ οἱ ζωγραφούμενοι τὸν Θεόν. Τὸν Θεὸν φοβοῦ, τὰς ἐντολὰς φύλαττε, ὅτι τοῦτο πᾶς ἄνθρω πος. Ἄμεμπτος, ἐπειδὴ δίκαιος. Θεοσεβὴς, 362 βίος γὰρ καλὸς τὸν Θεὸν ἐπιγνῶναι ποιεῖ, καὶ ἡ τοῦ Θεοῦ γνῶσις τοῦ βίου γίνεται φυλακή. ιʹ, ιζʹ Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέκαυσε τὰ πρόβατα... Καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν αὐτάς ... Τὰς μὲν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς· τὰς ὀνάδας καὶ τοὺς βόας, τοὺς ἀροτριῶντας καὶ τὴν γῆν ἐργαζομένους, πε ποίηκε γενέσθαι ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσησεν, διὰ τοῦτο πῦρ κα τήγαγεν ἐξ οὐρανοῦ ἐπὶ τὰ πρόβατα ... Κεφ. Βʹ, θʹ. Χρόνου δὲ πολλοῦ προβεβη κότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ. Ὅρα τὸ κακοῦργον, ὅτε πολὺς διῆλθε χρό νος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τὰ τῆς ἐλπίδος ἐλέγχεται, τότε μάλιστα τὰ τῆς δυνάμεως ἐξασθενεῖ. ∆ιπλᾶ τε τῷ Ἰὼβ τὰ τῆς ἀσθενείας ἦν· αὐτός τε γὰρ ἀσθε νέστερος γέγονε τῷ μήκει τοῦ χρόνου, καὶ ἡ ἐλπὶς μᾶλλον ἀπέγνωστο. Κεφ. Ζʹ, αʹ. Πότερον οὐχὶ πειρατήριον ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; ∆ίκην μισθωτοῦ, ἅπαντες περὶ τὴν ἑαυ τῶν πονοῦνται ζωήν· ἄλλως γὰρ γεωργὸς συλλέγει τροφὴν, καὶ ἄλλως ὁ τὴν βάναυσον μετιὼν τέχνην, καὶ οἱ ἐν ἀξιώματι ἑτέρως. 363 Ἔστι δὲ ὅλως οὐδεὶς, ὃς οὐ τῶν ἀναγκαίων φροντίζει. Κεφ. Ιʹ, ηʹ. Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με. Πέπλασται μὲν τὸ σῶμα ἐξ ὑποκειμένου τῆς γῆς, ἤτοι τῆς γυναικός· πεποίηται δὲ ἡ ψυχὴ, μὴ προϋποκειμένου τινὸς, ὡς γὰρ ἀσώματος καὶ ἀμέριστος. Ἱκετεύω δὴ μνη σθῆναι καὶ τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου. Κεφ. ΙΒʹ, εʹ. Εἰς χρόνον γὰρ τακτὸν ἡτοί μαστο πεσεῖν ὑπὸ ἄλλων. Ἐνταῦθα οἱ τὴν εἱμαρμένην δοξάζοντες, φασὶν ὅτι ἰδοὺ ἡ γραφὴ λέγει ὅτι εἵμαρτο αὐτῷ παθεῖν. Ἀλλ' οὐ τοῦτο ἡ γραφὴ λέγει, μὴ γένοιτο! οὐ γὰρ ὑπὸ ἀνάγκην τὰ ἡμέ τερα· ἀλλ' ὅτι πάντα ἐν μέτρῳ διοικεῖ τὰ καθ' ἡμᾶς ὁ Θεὸς τοῖς τῆς αὐτοῦ προνοίας λόγοις, οἶδε καὶ μέχρι πόσου συμφερόντως δεῖ πάσχειν ἡμᾶς, καὶ κατὰ μέτρον ἐπάγει τοὺς πειρασμούς. Τοῦτο δὲ εἶπεν ὁ Ἰὼβ, ἵνα τὸ κρίμα τῷ Θεῷ παράσχῃ, μονονουχὶ λέ γων· Μὴ γελάσθωσαν οἱ δίκαιοι πάσχοντες· ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ' ὅσον ὁ Θεὸς βούλεται. Κεφ. ΙΓʹ, αʹ. Ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς, καὶ ἀκήκοέν μου τὸ οὖς, καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώ τερός εἰμι ὑμῶν. Καὶ εἰ τῇ ἡλικίᾳ ἐλάττων ὑμῶν εἶναι δο κῶ, ἀλλὰ κατ' οὐδὲν εἰς σύνεσιν λείπομαι, 364 καὶ οὐχ ἥκιστα εἰς τὴν τῶν θείων εἴδησιν, καὶ οὐδὲν ὑμῶν εἰμι καταδεέστερος. κηʹ. Ὃ παλαιοῦται ἴσα ἀσκῷ, ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. Οὐ κατὰ βούλησιν τὴν ἑαυτοῦ ταῦτα λέ γει, ἀλλὰ πρὸς τὸ ὑποτιθέμενον, ὅτι πᾶς θλιβόμενος ἁμαρτὼν ταῦτα ὑφίσταται. Κεφ. Ι∆ʹ, αʹ. Ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν· ἀπέδρα δὲ ὥσπερ σκιὰ, καὶ οὐ μὴ στῇ. Καὶ σκιᾶς δίκην, παρελθὼν τὸν βίον, οὐδὲ μνημόσυνόν τι τοῖς ζῶσιν ἀφίησιν. Τὴν τῶν ἀνθρώπων πρόνοιαν ἐνταῦθα σαφηνίζει· οὐχ ὡς εἰκαίως καὶ ἔτυχεν ἐν τῷ βίῳ παραμένον τα, ἀλλ' ἐκ ῥήσεως Θεοῦ, οὐχ ὑπερβαίνοντος τὸν παρ' αὐτοῦ τεταγμένον βίον. Ταῦτα δὲ οὐχ ὡς εἱμαρμένης κρατούσης λεκτέον, ἀλλ' ὡς τοῦ θελήματος τοῦ Θεοῦ ὅροις καὶ μέ τροις ἕκαστα διαταξαμένου. Κεφ. ΙΕʹ, ζʹ, ηʹ. Τί γάρ; μὴ πρῶτος ἀν θρώπων ἐγεννήθης; ἢ πρὸ θινῶν ἐπάγης; ἢ σύνταγμα Κυρίου ἀκήκοας; Ἀντὶ τοῦ· μὴ πρὸ πάντων ἀνθρώπων ὑπέστης, καὶ ἄχρι τοῦ νῦν διατείνας τὸν βίον, πλειόνων πραγμάτων πεῖραν ἔσχηκας παρὰ τοὺς ὁμοφυεῖς. -Θεοδωτίων· Ἵνα ἐσ τὶν ὁ ὑψηλὸς τόπος καὶ δύσβατος, ἤτοι ψαμ μώδης. -Ὁ Ἑβραῖος· Συνελήφθης. -Θῖνας ἐκεῖ λέγει τοὺς βουνοὺς, ἵνα εἴπῃ, μὴ τὰ πρὸ τῆς κτίσεως ἐπίστασαι. Κεφ. Ιʹ, ιηʹ, ιθʹ. Γῆς, μὴ ἐπικαλύψῃς ἐφ' αἵ ματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου· καὶ νῦν ἰδοὺ