In illud: Qui dixerit verbum in filium

 εἰρημένον τοῖς μαθηταῖς· «Ἔτι «πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὔπω δύνασθε χωρεῖν. «Ὅταν δὲ ἔλθῃ τὸ ἅγιον Πνεῦμα, διδάξει ὑμᾶς.» Εἶτά φησιν· «Ὥσπερ τοῖς

 ἀναιροῦντι μετάνοιαν, καὶ 26.656 φάσκοντι μηδεμίαν συγγνώμην ἔχειν τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας, εἰ διὰ τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εἴρηται

 «Καὶ ὁμολο γουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκί»). Ὅταν δὲ πάλιν τὰ τῆς θεότητος ἔργα θεωροῦντές τινες, διστάζωσι πε

 ὥς φησιν ἡ Γραφὴ, περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών. Τοιαῦτα καὶ νῦν τολμῶντες οἱ Φαρισαῖοι, τοι αύτην ἐσχήκασι παρὰ τοῦ Σωτῆρος τὴν ἀπό

 τῶν ἀνθρωπίνων ἄνθρωπον αὐτὸν μόνον ὀνομάζειν· ἐκ δὲ τῶν ἔργων, ἃ ἦν ἴδια Θεοῦ, μηκέτι Θεὸν αὐτὸν ὁμολογεῖν, ἀλλὰ τὸν ἐν αὐ τοῖς Βεελζεβοὺλ ἀντ' ἐκείν

 θάνατος ἐδείκνυεν αὐτὸν ἀληθῶς ἔχοντα σῶμα. ∆ιὸ εἰκότως Υἱὸν ἀνθρώ που ἔλεγε τὸν παραδιδόμενον· ὁ Λόγος γὰρ, ἀθάνατος καὶ ἄψαυστός ἐστι, καὶ αὐτοζωὴ τ

 προσέτρεχον τῷ διαβόλῳ, οἰόμενοι, ὅτι, ταῦτα τολμῶντες, διαδράναι δυνήσονται, ὥστε μὴ κριθῆναι παρ' αὐτοῦ τοῦ ὑβριζομένου παρ' αὐτῶν Λόγου. Οἱ μὲν οὖν

In illud: Qui dixerit verbum in filium

26.648 Περὶ δὲ οὗ γράφων ἐδήλωσας εὐαγγελικοῦ ῥητοῦ, συγγίνωσκε, ἀγαπητὲ, συνείδησιν ἔχων ἀγα θήν. ∆έδια γὰρ κἂν ὅλως προσελθεῖν αὐτῷ· μὴ καὶ, δύνας εἰς αὐτὸ τῷ λογισμῷ, καὶ ἀρξάμενος ἐρευνᾷν, ἀτονήσω τὴν ἐν αὐτῷ βαθεῖαν διάνοιαν ἑλ κῦσαι. Σιωπῆσαι γοῦν περὶ τούτου τέλεον ἐβουλόμην, καὶ μόνον ἀρκεσθῆναι τούτοις τοῖς ἔμπροσθεν γράμμασι. Στοχαζόμενος δὲ μὴ ἄρα καὶ δεύτερον περὶ τούτου γράψαι φιλονεικήσῃς, ἐβιασάμην ἐμαυ τὸν, ἣν ἔχω μαθὼν, περὶ αὐτοῦ μετρίαν διάνοιαν γράψαι· θαῤῥῶν, ὡς, τυχόντας μὲν ἡμᾶς τοῦ σκοποῦ, ἀποδέξῃ διὰ τὸν διδάξαντα· μὴ τυχόντας δὲ, οὐ 26.649 μέμψῃ, γινώσκων τὴν ἡμετέραν προθυμίαν τε καὶ ἀσθένειαν. Τὸ μὲν οὖν ῥητόν ἐστιν, ὅτε, Τοσούτων σημείων γινομένων ἐν τῷ Εὐαγγελίῳ, οἱ μὲν Φα ρισαῖοι ἔλεγον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων· ὁ δὲ Κύριος, εἰδὼς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία μερισθεῖσα καθ' ἑαυτὴν ἐρημοῦται.» Καὶ εἰρηκώς· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ·» λοιπὸν ἐπιφέρει· «∆ιὰ τοῦτο λέγω ὑμῖν, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται ὑμῖν τοῖς ἀνθρώποις· ἡ δὲ εἰς τὸ Πνεῦμα βλασφημία οὐκ ἀφεθήσεται· καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι.» Σὺ δὲ ἐζήτεις, τί δήποτε ἡ μὲν εἰς τὸν Υἱὸν βλασφη μία ἀφίεται, ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλον τι; Παλαιοὶ μὲν οὖν ἄνδρες, Ὠριγένης ὁ πολυμαθὴς καὶ φιλόπονος, καὶ Θεόγνωστος ὁ θαυμάσιος καὶ σπουδαῖος (τούτων γὰρ τοῖς περὶ τούτων συνταγματίοις ἐνέτυχον, ὅτε τὴν ἐπιστολὴν ἔγραψας), ἀμφότεροι γὰρ περὶ τούτου γράφουσι, ταύτην εἶναι τὴν εἰς τὸ ἅγιον Πνεῦμα βλασφημίαν λέγοντες, ὅταν οἱ καταξιωθέντες ἐν τῷ βαπτίσματι τῆς δω ρεᾶς τοῦ ἁγίου Πνεύματος παλινδρομήσωσιν εἰς τὸ ἁμαρτάνειν. ∆ιὰ τοῦτο γὰρ μηδὲ ἄφεσιν αὐτοὺς λήψεσθαί φασι· καθὰ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους λέγει· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρα νίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλ λοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινί ζειν εἰς μετάνοιαν.» Ταῦτα δὲ κοινῇ μὲν λέγουσι, καὶ ἰδίαν δὲ ἕκαστος προστίθησι διάνοιαν. Ὁ μὲν γὰρ Ὠριγένης καὶ τὴν αἰτίαν τῆς κατὰ τῶν τοιούτων κρίσεως οὕτω λέγει· «Ὁ μὲν Θεὸς καὶ Πατὴρ εἰς πάντα διήκει καὶ πάντα συνέχει, ἄψυχά τε καὶ ἔμψυχα, λογικά τε καὶ ἄλογα· τοῦ δὲ Υἱοῦ ἡ δύναμις εἰς τὰ λογικὰ μόνα διατείνει, ἐν οἷς εἰσι κατηχούμενοι καὶ Ἕλληνες, οἱ μηδέπω πιστεύσαντες· τὸ δὲ Πνεῦμα τὸ ἅγιον εἰς μόνους ἐστὶ τοὺς 26.652 μεταλαβόντας αὐτοῦ ἐν τῇ τοῦ βαπτίσματος δό σει. Ὅταν τοίνυν κατηχούμενοι καὶ Ἕλληνες ἁμαρτάνωσιν, εἰς μὲν τὸν Υἱὸν ἁμαρτάνουσιν, ἐπεὶ ἐν αὐ τοῖς ἐστιν, ὥσπερ εἴρηται· δύνανται δὲ ὅμως λαμβά νειν ἄφεσιν, ὅταν καταξιωθῶσι δωρεᾶς τῆς παλιγ γενεσίας. Ὅταν δὲ οἱ βαπτισθέντες ἁμαρτά νωσι, τὴν τοιαύτην παρανομίαν εἰς τὸ Πνεῦμα τὸ ἅγιον φθάνειν φησίν· ἐπειδὴ ἐν αὐτῷ γενόμενος ἥμαρτε· καὶ διὰ τοῦτο ἀσύγγνωστον εἶναι τὴν κατ' αὐτοῦ τιμωρίαν.» Ὁ δὲ Θεόγνωστος καὶ αὐτὸς προστιθείς φησι ταῦτα· «Ὁ πρῶτον παραβεβηκὼς ὅρον καὶ δεύτερον ἐλάττονος ἂν ἀξιοῖτο τιμωρίας· ὁ δὲ καὶ τὸν τρίτον ὑπεριδὼν οὐκέτι ἂν συγγνώμης τυγχάνοι. Πρῶ τον δὲ ὅρον καὶ δεύτερόν φησι τὴν περὶ Πατρὸς καὶ Υἱοῦ κατήχησιν· τὸν δὲ τρίτον τὸν ἐπὶ τῇ τελειώσει καὶ τῇ τοῦ Πνεύματος μετοχῇ παραδιδόμε νον Λόγον· καὶ τοῦτο βεβαιῶσαι θέλων, ἐπάγει τὸ παρὰ τοῦ Σωτῆρος

1