1
Epistulae
ΕΥΣΤΑΘΙΩ ΦΙΛΟΣΟΦΩ
1.1 Ἀπειρηκότα με ἤδη πρὸς τὰς παρὰ τῆς τύχης ἐπη ρείας, παρ' ἧς ἀεί τι πρὸς τὸ μὴ συγγενέσθαι σοι ἐμπόδιον γέγονε, θαυμαστῶς πως ἀνεκαλέσω καὶ παρεμυθήσω τοῖς γράμμασι. Καὶ γάρ πως ἤδη καὶ κατ' ἐμαυτὸν ἔστρεφον μή ποτε ἀληθές ἐστι τὸ παρὰ τῶν πολλῶν θρυλούμενον, ὅτι ἀνάγκη τίς ἐστι καὶ εἱμαρμένη ἡ καὶ τὰ μικρὰ καὶ τὰ μείζω τῶν ἡμετέρων ἄγουσα, αὐτοὶ δὲ οὐδενός ἐσμεν οἱ ἄνθρωποι κύριοι· ἤ, εἰ μὴ τοῦτο, τύχη τις πάντως τὸν ἀνθρώπινον ἐλαύνει βίον. Καὶ τούτων πολλὴν συγγνώμην ἕξεις τῶν λογισμῶν, ἐπειδὰν τὰς αἰτίας ὑφ' ὧν εἰς αὐτοὺς προήχθην μάθῃς. Ἐγὼ κατέλιπον τὰς Ἀθήνας κατὰ φήμην τῆς σῆς φιλοσοφίας ὑπεριδὼν τῶν ἐκεῖ. Παρέδραμον δὲ τὴν ἐφ' Ἑλλησπόντῳ πόλιν ὡς οὐδεὶς Ὀδυσσεὺς Σειρήνων μέλη. Καὶ τὴν Ἀσίαν ἐθαύμασα μέν, πρὸς δὲ τὴν μητρόπολιν τῶν ἐν αὐτῇ καλῶν ἠπειγόμην. Ἐπεὶ δὲ κατέλαβον τὴν πατρίδα καὶ σὲ ἐν αὐτῇ τὸ μέγα ὄφελος ζητήσας οὐχ εὗρον, ἐντεῦθέν μοι λοιπὸν αἱ πολλαὶ καὶ ποικίλαι ἀφορ μαὶ τῶν ἀδοκήτων ἐπιγεγόνασι κωλυμάτων. Ἢ γὰρ ἀσθενεῖν πάντως ἔδει καὶ διὰ τοῦτο ἀπολείπεσθαι, ἢ ἐπὶ τὴν ἑῴαν βαδίζοντι συναπαίρειν μὴ δύνασθαι, ὀψὲ δέ ποτε μυρίοις πόνοις τὴν Συρίαν καταλαβόντα οὐκ ἔχειν συνεῖναι τῷ φιλοσόφῳ πρὸς Αἰγυπτίους ἀπάραντι. Πάλιν οὖν ἔδει Αἴγυπτόνδε ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε, καὶ οὐδ' ἐνταῦθα τὸ σπουδαζόμενον ἔχειν. Ἀλλ' οὕτω δύσερως ἦν ὥστε ἢ τὴν ἐπὶ Πέρσας βαδίζειν ἔδει καὶ συμπροϊέναι εἰς ὅτι μήκιστον τῆς βαρβάρων (ἦλθες γὰρ κἀκεῖσε, τοσαύτη τις ἦν φιλονεικία τοῦ δαίμονος), ἢ αὐτοῦ καθῆσθαι ἐπὶ τῆς Ἀλεξάνδρου, ὅπερ οὖν καὶ συνέβη. ∆οκῶ γάρ μοι, εἰ μὴ ὥσπερ τι θρέμμα θαλλῷ προδεικνυμένῳ ἑπόμενος ἀπηγόρευσα, ἐπέκεινα ἄν σε καὶ Νύσης τῆς Ἰνδικῆς ἐλθεῖν ἀγόμενον, καί, εἴ τι ἔσχατον τῆς καθ' ἡμᾶς οἰκουμένης χωρίον, καὶ τοῦτο ἐπιπλανη θῆναι. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Ἀλλὰ τὸ τελευταῖον νῦν ἐπὶ τῆς αὐτῆς χώρας διάγοντι συγγενέσθαι οὐκ ἐξεγέ νετο, μακραῖς ἀρρωστίαις ἐξειργομένῳ· αἵ, εἰ μὴ τοῦ γε λοιποῦ μετριώτεραι γένοιντο, οὐδὲ κατὰ τὸν χειμῶνα τῇ λογιότητί σου συνεσόμεθα. Ταῦτα οὐχ εἱμαρμένης ἔργα, ὡς ἂν αὐτὸς εἴποις; Ταῦτα οὐκ ἀνάγκης; Ταῦτα οὐχί, μικροῦ δεῖν, καὶ τοὺς τῶν ποιητῶν ἐπὶ Ταντάλῳ μύθους ὑπερεβάλετο; Ἀλλ', ὅπερ ἔφην, ῥᾴων γέγονα τοῖς γράμ μασι καὶ οὐκέτι ἐπὶ τῆς αὐτῆς εἰμι γνώμης. Φημὶ δὲ χρῆναι διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰδέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν Καὶ δὴ οὖν καὶ ἡμῖν, εἰ μὲν παράσχοι τὸ συνεῖναί σοι, ταῦτ' ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα. Εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. Ἄμεινον γάρ που πάντως ἢ ὡς ἂν ἡμεῖς προϊ δοίμεθα διοικεῖ τὰ ἡμέτερα.
2.τ ΓΡΗΓΟΡΙΩ ΕΤΑΙΡΩ
2.1 Ἐπέγνων σου τὴν ἐπιστολήν, ὥσπερ οἳ τοὺς τῶν φίλων παῖδας ἐκ τῆς
ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος πρὸς τοὺς τεκόντας ἐπιγινώσκουσι. Τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθ' ἡμῶν βίον, πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθοις καὶ τῆς διαγωγῆς, σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς, τῆς πάντα τὰ τῇδε μηδὲν τιθεμένης πρὸς τὴν ἐν ἐπαγγελίαις ἀποκειμένην ἡμῖν μακαριότητα. Ἐγὼ δὲ ἃ μὲν ποιῶ αὐτὸς ἐπὶ τῆς ἐσχα τιᾶς ταύτης, νυκτὸς καὶ ἡμέρας, γράφειν αἰσχύνομαι. Κατέλιπον μὲν γὰρ τὰς ἐν ἄστει διατριβὰς ὡς μυρίων κακῶν ἀφορμάς, ἐμαυτὸν δὲ οὔπω ἀπολιπεῖν ἠδυνήθην.