1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

156

Ἐλεεῖσθαί που δικαιότεροί ἐσμεν παρὰ τῶν μακαρίων ἀνδρῶν καὶ ἀναμαρτήτων οἱ ἁμαρτωλοὶ ἡμεῖς μᾶλλον ἢ χαλεπαίνεσθαι. 204.5 Εἰ δὲ περὶ πίστιν τὸ σφάλμα, δειχθήτω ἡμῖν ἡ συγ γραφή, πάλιν ἴσον καὶ κοινὸν κριτήριον καθισάτω. Ἀναγ νωσθήτω τὸ ἔγκλημα. ∆οκιμασθήτω εἰ μὴ ἀγνοίᾳ τοῦ ἐγκαλοῦντος ἔγκλημα εἶναι δοκεῖ μᾶλλον ἢ τῇ ἑαυτοῦ φύσει κατεγνωσμένον ἐστὶ τὸ γράμμα. Πολλὰ γὰρ τῶν καλῶν οὐ δοκεῖ εἶναι τοιαῦτα τοῖς τὸ κριτήριον τῆς δια νοίας οὐκ ἀκριβὲς κεκτημένοις, ἐπεὶ καὶ τὰ ἰσοβαρῆ τῶν ὄγκων οὐκ ἴσα εἶναι δοκεῖ, ὅταν μὴ ἰσορρόπως ἔχωσι πρὸς ἀλλήλας αἱ πλάστιγγες. Καὶ τὸ μέλι ἤδη πικρόν τισι κατεφάνη τὴν γευστικὴν αἴσθησιν ὑπὸ τοῦ πάθους διεφθαρ μένοις. Ἀλλὰ καὶ ὀφθαλμὸς οὐχ ὑγιῶς ἔχων πολλὰ μὲν τῶν ὄντων οὐκ εἶδε, πολλὰ δὲ τῶν οὐκ ὄντων ὑπέθετο. Καὶ τοίνυν καὶ ἐπὶ τῆς τῶν λόγων δυνάμεως τὸ ἴσον ὁρῶ πολλάκις γινόμενον, ὅταν τῆς τῶν συγγραψαμένων ἕξεως ὁ κριτὴς ἀπολιμπάνηται. ∆εῖ γὰρ σχεδὸν ἐκ τῆς αὐτῆς παρασκευῆς ὡρμῆσθαι τόν τε κρίνοντα τοὺς λόγους καὶ τὸν συγγράφοντα. Ἢ τὰ μὲν γεωργίας ἔργα ἀδύνατός ἐστι κρίνειν ὅ γε μὴ γεωργικός, καὶ τὸ ἐκμελές τε καὶ ἐμμελὲς τῶν κατὰ μουσικὴν ῥυθμῶν οὐ διαγνώσεται ὁ μὴ τὴν ἐπιστήμην ἔχων τῆς μουσικῆς, λόγων δὲ κριτὴς εὐθὺς ὁ βουλόμενος ἔσται, ὁ μήτε διδάσκαλον ἔχων ἑαυτοῦ δεικνύναι οὔτε χρόνον ἐν ᾧ μεμάθηκεν οὔτε ὅλως ἐπαΐων τι μικρὸν ἢ μεῖζον τῶν περὶ λόγους. Ἐγὼ δὲ ὁρῶ ὅτι καὶ ἐν τοῖς λογίοις τοῦ Πνεύμα τος οὐ παντὶ ἐξῆν ἐπιβάλλειν τῇ ἐξετάσει τῶν εἰρημένων, ἀλλὰ τῷ ἔχοντι τὸ Πνεῦμα τῆς διακρίσεως, καθὼς ἐδίδαξεν ἡμᾶς ὁ Ἀπόστολος ἐν ταῖς διαιρέσεσι τῶν χαρισμάτων εἰπών· «Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργή ματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διάκρισις πνευ μάτων». Ὥστε, εἰ μὲν πνευματικὰ τὰ ἡμέτερα, δεικνύτω ἑαυτὸν ἔχοντα τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμα τικῶν ὁ τὰ ἡμέτερα κρίνειν βουλόμενος. Εἰ δέ, ὡς αὐτὸς λοιδορεῖ, ἀπὸ τῆς σοφίας ἐστὶ τοῦ κόσμου τούτου, δειξάτω ἑαυτὸν ἔμπειρον τῆς σοφίας τοῦ κόσμου, καὶ τότε αὐτῷ τὰς ψήφους τῆς κρίσεως ἐπιτρέψομεν. Καὶ μηδεὶς οἰέσθω ταῦτα πρὸς ἀποφυγὴν τῶν ἐλέγχων ἐπινοεῖσθαι παρ' ἡμῶν. Ὑμῖν γὰρ ἐπιτρέπω, ποθεινότατοι ἀδελφοί, ἐφ' ἑαυτῶν ποιήσασθαι τῶν ἐγκαλουμένων ἡμῖν τὴν ἐξέτασιν. Οὕτως ἐστὲ βραδεῖς τὴν διάνοιαν ὥστε πάντων δεῖσθε τῶν συνηγόρων πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν; Ἀλλ' ἐὰν μὲν ἀναντίρρητα ὑμῖν φανῇ ἐφ' ἑαυτῶν, πείσατε τοὺς ἐρεσχελοῦντας ἀφέσθαι πάσης φιλονεικίας. Ἐὰν δέ τι δοκῇ καὶ ἀμφίβολον ἔχειν, ἐρωτήσατε ἡμᾶς διά τινων μεσι τῶν δυναμένων πιστῶς διακονήσασθαι τὰ ἡμέτερα, ἢ καὶ ἐγγράφους, εἰ δοκεῖ, ἀπαιτήσατε ἡμᾶς τὰς ἀποδείξεις. Πάντως δὲ παντὶ τρόπῳ σπουδάσατε μὴ ἀνεξέταστα ταῦτα καταλιπεῖν. 204.6 Πίστεως δὲ τῆς ἡμετέρας τίς ἂν καὶ γένοιτο ἐναρ γεστέρα ἀπόδειξις ἢ ὅτι τραφέντες ἡμεῖς ὑπὸ τήθῃ μακαρίᾳ γυναικὶ παρ' ὑμῶν ὡρμημένῃ; Μακρίναν λέγω τὴν περιβόητον, παρ' ἧς ἐδιδάχθημεν τὰ τοῦ μακαριωτάτου Γρηγορίου ῥήματα ὅσα πρὸς αὐτὴν ἀκολουθίᾳ μνήμης διασωθέντα αὐτή τε ἐφύλασσε καὶ ἡμᾶς ἔτι νηπίους ὄντας ἔπλαττε καὶ ἐμόρφου τοῖς τῆς εὐσεβείας δόγμασιν. Ἐπεὶ δὲ καὶ αὐτοὶ τὴν τοῦ φρονεῖν δύναμιν ἀπελάβομεν τοῦ λόγου ἡμῖν διὰ τῆς ἡλικίας συμπληρωθέντος, πολλὴν ἐπελθόντες γῆν τε καὶ θάλασσαν, εἴ τινας εὕρομεν τῷ παραδοθέντι κανόνι τῆς εὐσεβείας στοιχοῦντας, τούτους καὶ πατέρας ἐπεγραψάμεθα καὶ ὁδηγοὺς τῶν ψυχῶν ἡμῶν εἰς τὴν πρὸς Θεὸν πορείαν ἐποιησάμεθα. Καὶ μέχρι γε τῆς ὥρας ταύτης, χάριτι τοῦ καλέσαντος ἡμᾶς κλήσει ἁγίᾳ εἰς τὴν ἑαυτοῦ ἐπίγνωσιν, οὐδένα οἴδαμεν λόγον ἐχθρὸν τῆς ὑγιαινούσης διδασκαλίας ταῖς καρδίαις παρα δεξάμενοι οὐδὲ μολυνθέντες ποτὲ τὰς ψυχὰς τῇ δυσω νύμῳ τῶν Ἀρειανῶν βλασφημίᾳ. Ἀλλ' εἴ τινάς ποτε ὡρμημένους ἐξ ἐκείνου τοῦ διδασκάλου εἰς κοινωνίαν προσελαβόμεθα, ἐπικρυπτομένους τὴν ἐν τῷ βάθει νόσον καὶ ῥήματα