1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

117

155.1 Πρὸς πολλὰς τὰς διὰ τῆς ἐπιστολῆς ἣν πρώτην καὶ μόνην κατηξίωσεν ἡμῖν ἡ εὐγένειά σου διαπέμψασθαι ἐγγεγραμμένας κατηγορίας ἀπορῶ ἀπολογήσασθαι, οὐ διὰ τὴν τοῦ δικαίου ἔνδειαν, ἀλλὰ διὰ τὸ ἐν πλήθει τῶν ἐπι φερομένων δύσκολον εἶναι τῶν καιριωτέρων τὴν προτίμησιν καὶ ὅθεν δεῖ πρῶτον ἡμᾶς ἄρξασθαι τῆς θεραπείας· ἢ τάχα διὰ τὸ τῇ τάξει τῶν γεγραμμένων χρησαμένους ὁδῷ πρὸς ἕκαστον ἀπαντᾶν. Τοὺς ἐπὶ Σκυθίαν ἀπαίροντας ἐντεῦθεν μέχρι σήμερον οὐκ ἐγνωρίσαμεν· ἀλλ' οὐδὲ τῶν ἐκ τῆς οἰκίας ὑπέμνησαν ἡμᾶς, ὥστε προσειπεῖν δι' αὐτῶν, καί τοι πάνυ διὰ σπουδῆς τιθεμένους ἐπὶ πάσης προφάσεως προσφθέγγεσθαί σου τὴν τιμιότητα. Ἐπιλαθέσθαι δέ σου ἐν προσευχαῖς ἀδύνατον, εἰ μὴ πρότερον τοῦ ἔργου ἡμῶν ἐπιλαθώμεθα εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. Μέμνησαι γὰρ πάντως τῶν κηρυγμάτων τῶν ἐκκλησιαστικῶν πιστὸς ὢν τῇ τοῦ Θεοῦ χάριτι, ὅτι καὶ ὑπὲρ τῶν ἐν ἀποδημίαις ἀδελφῶν δεόμεθα, καὶ ὑπὲρ τῶν ἐν στρατείαις ἐξεταζο μένων καὶ ὑπὲρ παρρησιαζομένων διὰ τὸ ὄνομα Κυρίου καὶ ὑπὲρ τῶν τοὺς πνευματικοὺς καρποὺς ἐπιδεικνυμένων ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ τὰς εὐχὰς ποιούμεθα· ὧν πάντως ἐν τοῖς χρόνοις ἢ καὶ ἐν τοῖς πᾶσι νομίζομεν καὶ τὴν σὴν ἐμπεριλαμβάνεσθαι τιμιότητα. Ἰδίᾳ δέ σου ἡμεῖς πῶς ἂν ἐπιλαθώμεθα τοσαῦτα ἔχοντες τὰ κινοῦντα ἡμᾶς πρὸς μνήμην, ἀδελφιδῆν τοιαύτην, ἀδελφιδοὺς τοιούτους, συγγέ νειαν οὕτω χρηστήν, οὕτως ἀγαπῶσαν ἡμᾶς, οἶκον, οἰκέτας, φίλους, ἐξ ὧν, κἂν μὴ βουλώμεθα, ἀναγκαίως ὑπομιμνησκόμεθά σου τῆς ἀγαθῆς προαιρέσεως; Περὶ δὲ τοῦδε ὁ ἀδελφὸς ὁ δεῖνα οὐδὲν ἡμῖν ἤνεγκεν ἐπαχθές, οὐδὲ παρ' ἡμῶν βλάπτουσα αὐτόν τις κρίσις ἐξενήνεκται οὐδεμία. Τρέψον οὖν τὴν λύπην ἐπὶ τοὺς τὰ ψευδῆ διη γησαμένους ἀπολύσας πάσης μέμψεως καὶ τὸν χωρεπίσκο πον καὶ ἐμέ. Εἰ δέ τινα δίκην γυμνάζει ὁ σχολαστικὸς ὁ δεῖνα, ἔχει δικαστήρια δημόσια καὶ νόμους. Ἀξιῶ οὖν ὑμᾶς ἐπὶ τούτοις μηδεμίαν ἔχειν μέμψιν. Αὐτὸς δὲ ὅσα ποιεῖς ἀγαθά, σεαυτῷ θησαυρίζεις, καὶ ἣν παρέχῃ ἀνάπαυσιν τοῖς διὰ τὸ ὄνομα τοῦ Κυρίου διωκομένοις, ταύτην σεαυτῷ ἐν ἡμέρᾳ τῆς μισθαποδοσίας προετοιμάζεις. Καλῶς δὲ ποιήσεις, ἐὰν καὶ λείψανα μαρτύρων τῇ πατρίδι ἐκπέμψῃ, εἴπερ, ὡς ἐπέστειλας ἡμῖν, ὁ ἐκεῖ διωγμὸς ποιεῖ καὶ νῦν μάρτυρας τῷ Κυρίῳ.

156.τ ΕΥΑΓΡΙΩ ΠΡΕΣΒΥΤΕΡΩ

156.1 Τοσοῦτον ἀπέσχον τοῦ δυσχερᾶναι πρὸς τὸ μῆκος τῶν γραμμάτων,

ὥστε καὶ μικρά μοι ἔδοξεν εἶναι ἡ ἐπιστολὴ ὑπὸ τῆς κατὰ τὴν ἀνάγνωσιν ἡδονῆς. Τί γὰρ ἥδιον ἄκουσμα τοῦ τῆς εἰρήνης ὀνόματος, ἢ τί τοῦ ὑπὲρ τῶν τοιούτων βουλεύεσθαι ἱεροπρεπέστερον καὶ μᾶλλον τῷ Κυρίῳ κεχα ρισμένον; Σοὶ μὲν οὖν παράσχοι ὁ Κύριος τὸν μισθὸν τῆς εἰρηνοποιίας οὕτω καλῶς προαιρουμένῳ καὶ σπουδαίως ἐγκειμένῳ πράγματι μακαριστῷ. Ἡμᾶς δὲ νόμιζε, τιμία κεφαλή, ἕνεκα μὲν τοῦ προῃρῆσθαι καὶ εὔχεσθαι ἰδεῖν ποτε τὴν ἡμέραν ἐν ᾗ πάντες τὸν αὐτὸν πληροῦσι σύλλογον οἱ ταῖς διανοίαις ἀλλήλων μὴ ἀπεσχισμένοι, μηδενὶ παραχω ρεῖν τῶν εἰς τὴν σπουδὴν ταύτην πρωτείων. Καὶ γὰρ ἂν εἴημεν ὡς ἀληθῶς πάντων ἀνθρώπων ἀτοπώτατοι, σχίσμασι καὶ κατατομαῖς Ἐκκλησιῶν ἐφηδόμενοι καὶ μὴ τὴν συνάφειαν τῶν μελῶν τοῦ σώματος τοῦ Χριστοῦ τὸ μέ γιστον τῶν ἀγαθῶν τιθέμενοι. Ὅσον μέντοι τῆς ἐπιθυμίας ἡμῖν περίεστι, τοσοῦτον γίνωσκε τῆς δυνάμεως ἐνδεῖν. Οὐ γὰρ ἀγνοεῖ σου ἡ τελεία φρόνησις ὅτι τὰ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν, ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας ἀγωγῆς, εἰ μέλλοι τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι ὥστε πρόρριζα ἐξελεῖν τῶν καμνόντων τὰ ἀρρωστήματα. Οἶδας δὲ ὃ λέγω, καί, εἰ δεῖ τρανότερον εἰπεῖν, καὶ οὐδεὶς ὁ φόβος. 156.2 Τὴν φιλαυτίαν ἔθει μακρῷ ταῖς ψυχαῖς