1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

148

παρ' αὐτῶν ὁμολογίαν ἐναργῆ, ὥστε, ἐπειδὰν μετατίθενται πρὸς τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον, ὑπάγειν αὐτοὺς τῷ τῶν πορνευόντων ἐπιτιμίῳ. 199.20 Ὅσαι γυναῖκες, ἐν αἱρέσει οὖσαι, παρθενίαν ὡμο λόγησαν, εἶτα μετὰ ταῦτα γάμον ἀνθείλοντο, οὐχ ἡγοῦμαι χρῆναι καταδικάζεσθαι ταύτας. «Ὅσα γὰρ ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ.» Αἱ δὲ μήπω ὑπελθοῦσαι τὸν ζυγὸν τοῦ Χριστοῦ οὐδὲ τὴν νομοθεσίαν ἐπιγινώσκουσι τοῦ ∆εσπότου. Ὥστε δεκταί εἰσι τῇ Ἐκκλησίᾳ, μετὰ πάντωνκαὶ τὴν ἐπὶ τούτοις ἄφεσιν ἔχουσαι ἐκ τῆς πίστεως τῆς εἰς Χριστόν. Καὶ καθόλου τὰ ἐν τῷ κατηχουμένῳ βίῳ γενόμενα εἰς εὐθύνας οὐκ ἄγεται. Τούτους δέ, δηλονότι, ἄνευ βαπτίσματος ἡ Ἐκκλησία οὐ παραδέχεται. Ὥστε ἀναγκαιότατον ἐπὶ τούτοις τὰ πρεσβεῖα τῆς γενέσεως. 199.21 Εἰ ἀνὴρ γυναικὶ συνοικῶν, ἐπειδάν, μὴ ἀρκεσθεὶς τῷ γάμῳ, εἰς πορνείαν ἐκπέσῃ, πόρνον κρίνομεν τὸν τοιοῦτον καὶ πλεῖον αὐτὸν παρατείνομεν ἐν τοῖς ἐπιτιμίοις· οὐ μέντοι ἔχομεν κανόνα τῷ τῆς μοιχείας αὐτὸν ὑπαγαγεῖν ἐγκλήματι, ἐὰν εἰς ἐλευθέραν γάμου ἡ ἁμαρτία γένηται· διότι ἡ μοιχαλὶς μὲν «Μιαινομένη, φησί, μιανθήσεται», καὶ οὐκ ἀναστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, καὶ «Ὁ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής»· ὁ μέντοι πορ νεύσας οὐκ ἀποκλεισθήσεται τῆς πρὸς τὴν γυναῖκα ἑαυτοῦ συνοικήσεως. Ὥστε ἡ μὲν γυνὴ ἀπὸ πορνείας ἐπανιόντα τὸν ἄνδρα αὐτῆς παραδέξεται, ὁ δὲ ἀνὴρ τὴν μιανθεῖσαν τῶν οἴκων ἑαυτοῦ ἀποπέμψει. Καὶ τούτων δὲ ὁ λόγος οὐ ῥᾴδιος, ἡ δὲ συνήθεια οὕτω κεκράτηκε. 199.22 Τοὺς ἐξ ἁρπαγῆς ἔχοντας γυναῖκας, εἰ μὲν ἄλλοις προμεμνηστευμένας εἶεν ἀφῃρημένοι, οὐ πρότερον χρὴ παραδέχεσθαι πρὶν ἢ ἀφελέσθαι αὐτῶν καὶ ἐπ' ἐξουσίᾳ τῶν ἐξ ἀρχῆς μνηστευσαμένων ποιῆσαι, εἴτε βούλοιντο λαβεῖν αὐτὰς εἴτε ἀποστῆναι. Εἰ δὲ σχολάζουσάν τις λάβοι, ἀφαιρεῖσθαι μὲν δεῖ καὶ τοῖς οἰκείοις ἀποκαθιστᾶν, ἐπιτρέπειν δὲ τῇ γνώμῃ τῶν οἰκείων, εἴτε γονεῖς εἶεν εἴτε ἀδελφοὶ εἴτε οἱτινεσοῦν προεστῶτες τῆς κόρης, κἂν μὲν ἕλωνται αὐτῷ παραδοῦναι, ἵστασθαι τὸ συνοικέσιον, ἐὰν δὲ ἀνανεύσωσι, μὴ βιάζεσθαι. Τὸν μέντοι ἐκ διαφθορᾶς, εἴτε λαθραίας εἴτε βιαιοτέρας, γυναῖκα ἔχοντα ἀνάγκη τὸ τῆς πορνείας ἐπιγνῶναι ἐπιτίμιον. Ἔστι δὲ ἐν τέσσαρσιν ἔτεσιν ὡρισμένη τοῖς πορνεύουσιν ἡ ἐπιτίμησις. Χρὴ τῷ πρώτῳ ἐκβάλλεσθαι τῶν προσευχῶν καὶ προσκλαίειν αὐτοὺς τῇ θύρᾳ τῆς ἐκκλησίας, τῷ δευτέρῳ δεχθῆναι εἰς ἀκρόασιν, τῷ τρίτῳ εἰς μετάνοιαν, τῷ τετάρτῳ εἰς σύστασιν μετὰ τοῦ λαοῦ ἀπεχομένους τῆς προσφορᾶς, εἶτα αὐτοὺς ἐπι τρέπεσθαι τὴν κοινωνίαν τοῦ ἀγαθοῦ. 199.23 Περὶ δὲ τῶν δύο ἀδελφὰς γαμούντων ἢ ἀδελφοῖς δυσὶ γαμουμένων ἐπιστολίδιον ἡμῖν ἐκπεφώνηται οὗ τὸ ἀντίγραφον ἀπεστείλαμέν σου τῇ εὐλαβείᾳ. Ὁ δὲ ἀδελφοῦ ἰδίου γυναῖκα λαβὼν οὐ πρότερον δεχθήσεται πρὶν ἀπο στῆναι αὐτῆς. 199.24 Χήραν τὴν καταλεγεῖσαν εἰς τὸν ἀριθμὸν τῶν χηρῶν, τουτέστι τὴν διακονουμένην ὑπὸ τῆς Ἐκκλησίας, ἔκρινεν ὁ Ἀπόστολος γαμουμένην παρορᾶσθαι. Ἀνδρὶ δὲ χηρεύσαντι οὐδεὶς ἐπίκειται νόμος, ἀλλ' ἱκανὸν τῷ τοιούτῳ τὸ τῶν διγάμων ἐπιτίμιον. Ἡ μέντοι χήρα ἑξη κονταετὴς γεγονυῖα, ἐὰν ἕληται πάλιν ἀνδρὶ συνοικεῖν, οὐ καταξιωθήσεται τῆς τοῦ ἀγαθοῦ κοινωνίας, ἕως ἂν τοῦ πάθους τῆς ἀκαθαρσίας παύσηται. Ἐὰν μέντοι πρὸ ἑξή κοντα ἐτῶν ἀριθμήσωμεν αὐτήν, ἡμέτερον τὸ ἔγκλημα, οὐ τοῦ γυναίου. 199.25 Ὁ τὴν διεφθαρμένην ὑφ' ἑαυτοῦ εἰς γυναῖκα κατέχων τὸ μὲν ἐπὶ τῇ φθορᾷ ἐπιτίμιον ὑποστήσεται, τὴν δὲ γυναῖκα ἔχειν συγχωρηθήσεται. 199.26 Ἡ πορνεία γάμος οὐκ ἔστιν, ἀλλ' οὐδὲ γάμου ἀρχή. Ὥστε, ἐὰν ᾖ δυνατὸν τοὺς κατὰ πορνείαν συναπτομένους χωρίζεσθαι, τοῦτο κράτιστον. Ἐὰν δὲ στέργωσιν ἐκ παντὸς τρόπου τὸ συνοικέσιον, τὸ μὲν τῆς πορνείας ἐπιτίμιον γνωριζέτωσαν, ἀφιέσθωσαν δέ, ἵνα μὴ χεῖρόν τι γένηται. 199.27 Περὶ τοῦ πρεσβυτέρου τοῦ κατ' ἄγνοιαν ἀθέσμῳ γάμῳ περιπαρέντος ὥρισα ἃ ἐχρῆν· καθέδρας μὲν μετέχειν, τῶν δὲ λοιπῶν ἐνεργειῶν ἀπέχεσθαι. Ἀρκετὸν γὰρ τῷ τοιούτῳ ἡ συγγνώμη. Εὐλογεῖν δὲ ἕτερον, τὸν τὰ οἰκεῖα