1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

1

De jejunio (sermones 1-7) [Sp.]

Εἰς κήρυγμα νηστείας. 60.711 Λόγος αʹ.

Ἐπὶ θεραπείαν τήμερον ὁ Θεὸς τὸ γένος καλεῖ. Ἰατρείαν γὰρ διὰ τοῦ προφήτου τὴν νηστείαν ὡρίσατο, Ἁγιάσατε, λέγων, νηστείαν, κηρύξατε θεραπείαν. Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς ἐκ παραδείσου πολυτραυμάτιστον τὸν Ἀδὰμ βληθέντα, θεραπείαν τούτῳ τὴν νηστείαν ἀπένειμε· καλῶς. Τί γὰρ οὐκ ἰατρεύει νηστεία; Ποῖον δὲ πάθος οὐκ ἀφανίζει τοῦ νοῦ; Τὸν τῆς ἀκρασίας κόρον ἀποδιώξασα, ἀνακαινίζει καρδίαν· τοῦ βίου τὸ ὑγρὸν ἐκκενώσασα, τοῦ θυμοῦ τὰς φλεγμονὰς καταστέλλει, τοῦ φθόνου τὴν σκληρότητα καταπλάττει, τῶν ἐπιθυμιῶν τοὺς ὄγκους χειρουργεῖ, τῶν ἡδονῶν τοὺς πυρετοὺς ἀφανίζει, τῆς κενοδοξίας τὰς φαντασίας ἐλαύνει, τῆς μερίμνης τὰς ἀγρυπνίας ἀποδιώκει, ὀφθαλμῶν τὰς λήμας καθαίρει, σώματος καὶ ψυχῆς τὰς αἰσθήσεις ἐκκαθαίρει· τεχνῖτις γὰρ αὕτη ἄνωθεν τὸ ἰατρεύειν δεξαμένη παρὰ τοῦ κτίσαντος. Ὁ τοίνυν ὑγιείας ἐραστὴς ἑτοίμως τῇ νηστείᾳ ἑαυτὸν ἐπιδότω· οὐ γὰρ ἀπαιτεῖ ἰατρεύσασα ἰατρικὰ, ἀλλὰ καὶ προσδίδωσι μισθόν. Ὁποῖον οὖν προσδίδωσι τὸν μισθόν; καλὸν γὰρ καὶ τοῦτο μαθεῖν. ∆ίδωσι μισθὸν, οὐκ ὀβολοὺς, ἀλλὰ σώφρονας λογισμούς· οὐ χρυσὸν, ἀλλ' ἦθος χρηστόν· οὐκ ἄργυρον, ἀλλὰ καθαρότητα μελῶν· οὐ λίθους τιμίους, ἀλλ' εὐλαβεῖς λογισμούς· οὐκ ἐσθῆτας λαμπρὰς, ἀλλ' ἀπταίστους τῆς σαρκὸς τὰς αἰσθήσεις. ∆ίδωσι πόρναις μισθὸν τὴν σεμνότητα, μεθύσοις τὸ νηφάλιον, σμικρολόγοις τὸ φιλότιμον, φιλαργύροις τὸ φιλόπτωχον, μισαδέλφοις τὸ φιλάδελφον καὶ φιλόξενον, μικροψύχοις τὸ μακρόθυμον· τὸ δὲ μεῖζον, ζωώσασα συνάπτει Θεῷ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄλλως ὁμιλῆσαι Θεῷ, μὴ πρότερον τῷ τῆς νηστείας φαρμάκῳ προσομιλήσαντας. Οὕτω γὰρ ἐξ αἰῶνος οἱ μὲν ἐχθροὶ, οἱ δὲ φίλοι ἐδείχθησαν Θεοῦ, ἀκρασίας καὶ ἐγκρατείας ἐργασαμένης ἑκάτερον. Φαγὼν γὰρ Ἀδὰμ ἔφυγε Θεὸν ὡς ἐχθρός· τῶν πρωτείων Κάϊν οὐ παραχωρήσας Θεῷ, ἔστενε καὶ ἔτρεμε, ὡς ἄφιλος Θεῷ· σπαταλήσαντες οἱ ἐπὶ Νῶε ἤγειραν καθ' ἑαυτῶν τῆς κρίσεως τὸν κριτήν· θρέψαντες τὰς ἡδονὰς οἱ ἐν Σοδόμοις, ὥσπερ ἐχθροὶ τοῦ Θεοῦ, τοὺς ἄνωθεν ἐδέξαντο κεραυνούς· βρῶσις οὐ συνεχώρησε τὸν Ἡσαῦ λέγεσθαι ἀγαπητὸν καὶ πρωτότοκον· βρῶσις καὶ πόσις κατέστησεν ἐχθρὸν τοῦ Ἰσραὴλ τὸν ἐν σημείοις καὶ τέρασιν ὁδηγήσαντα· δι' οἶνον καὶ σίκερα ὁ προφήτης κατηγόρησε τοῦ λαοῦ· οἶνος καὶ μέθη τῆς Ἰωάννου καὶ τῆς Χριστοῦ φιλίας τὸν Ἡρώδην ἐστέρη 60.712.20 σεν. Ἔγνως τοὺς δι' ἀκρασίας ἐχθροὺς γενομένους τοῦ Θεοῦ· μάνθανε καὶ τοὺς διὰ νηστείας φίλους κατασταθέντας τοῦ Θεοῦ. Οὐ γὰρ γευσάμενος, ἀλλὰ προσενέγκας Ἄβελ Θεῷ, φιλοφρονήσας ἐφάνη Θεόν· νηστεύσας Μωϋσῆς φίλος ὀνομαστὸς καὶ πιστὸς ἐκλήθη· νηστεύσας Ἠλίας, ὡς φίλος ἀνελήφθη· νηστεύσαντες προφῆται ἔγνωσαν τὰ τοῦ Θεοῦ, ὡς φίλοι, μυστήρια· νηστεύσας Ἡσαΐας ἱστόρησε τὰ ἑξαπτέρυγα Σεραφίμ· ἄσιτος γενόμενος Ἰεζεκιὴλ κατενόησε τὰ πολυόμματα Χερουβίμ· νηστεύσαντας τοὺς ἐν Βαβυλῶνι ὡς φίλους ἐπέσκεπεν ὁ Θεὸς, τοῖς μὲν ἐν τῇ καμίνῳ τὸν ἄγγελον, τῷ δὲ ἐν τῷ λάκκῳ ἀποστείλας τὸν Ἀμβακούμ· φίλοι ἐξ ἐχθρῶν Νινευῖται διὰ νηστείας ἐγένοντο· φίλος ἐξ ἐχθροῦ ὁμοίως καὶ ∆αυΐδ. Ὅτε μὲν γὰρ τῆς τοῦ Οὐρίου ἤρα γυναικὸς, ἤχθραινε Θεῷ· ὅτε δὲ ἐταπείνου ἐν νηστείᾳ τὴν ψυχὴν, Ηὗρον, ἤκουσε, ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ὁ Ζαχαρίου Ἰωάννης τοῦ νυμφίου φίλος, διὰ τί; Ἐπειδὴ ἐν τῇ ἐρήμῳ ἔμεινεν ἀκρίδας συλλέγων, καὶ μέλι ἄγριον τρυγῶν. Ἄννα διὰ τί; Ἐπειδὴ ἐν νηστείαις καὶ δεήσεσι λατρεύουσα, νύκτα