1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

13

Εὔα συλλαβοῦσα γεννᾷ Κάϊν, ὅστις ζήλου ἀρχηγὸς γέγονε, φόνων εὑρετὴς, ὑποκρίσεως πατὴρ, δημιουργὸς ψεύδους. Ἐρωτώμενος γὰρ παρὰ τοῦ ∆εσπότου· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἕτοιμος ψεῦδος γεννᾷ λέγων· Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; Ὁ δὲ Θεὸς βουλόμενος αὐτὸν ἀπὸ τῶν πραγμάτων πεῖσαι, ὡς τὰ πάντα ἐπίσταται, ἔφη· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Οὐ τὸ αἷμα λόγῳ βοᾷ· λόγου γὰρ οὐ μετέχει· ἀλλὰ τὸ πρᾶγμα διὰ τῆς ὠμότητος τὸν ἀδελφοκτόνον θριαμβεύει. ∆ιὰ τοῦτο βοᾷ ὁ προφήτης· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις. Ἠκούσατε ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων Σίμωνα τὸν Μάγον, ὅπως μὴ νεώσας μηδὲ ἐκριζώσας τὰς ἀκάνθας, προσῆλθε τοῖς ἀποστόλοις λαβεῖν τὸ βάπτισμα. Καὶ οἷος κατῆλθε, τοιοῦτος καὶ ἀνῆλθεν, οὐκ ἀτονοῦντος τοῦ βαπτίσματος, ἀλλὰ τούτου ἀπειθήσαντος τῷ σταυρωθέντι, τῷ προσηλωθέντι. Οὐκ ἐπίστευσε τοῖς προφήταις, οἵτινες ὡς βόες ἕλκουσι τοῦ σταυροῦ τὰ σύμβολα, τὸν σίδηρον καὶ τὸ ξύλον, καὶ ἀνανεοῦσι τῇ διδασκαλίᾳ τὸ τῶν ἀνθρώπων γένος. ∆ιὰ τοῦτο οὐ λύεται ἀπὸ τῆς κατάρας τῆς τοῦ Ἀδὰμ, ἀλλὰ πάλιν λαμβάνει δευτέραν κατάραν, καὶ προστίθεται ἀνομία ἐπὶ τὴν ἀνομίαν αὐτοῦ, ἵνα μὴ εἰσέλθῃ ἐν δικαιοσύνῃ Θεοῦ· ὡς οὐδὲν γὰρ αὐτὸν ὠφέλησε τὸ βάπτισμα. Προσῆλθε τοῖς ἀποστόλοις, λέγων· Λάβετε χρυσίον, καὶ δότε μοι τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧτινι δ' ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον. Ὁ δὲ Πέτρος αὐτῷ εἶπεν· Οὐκ ἔστι σοι μέρος, οὐδὲ κλῆρος ἐν τῷ μέρει τούτῳ, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἠβουλήθης διὰ χρημάτων κτήσασθαι. Οὗτος οὐχ ὑπήκουσε τοῖς προφήταις, οὐκ ἐνέωσε τὴν λογικὴν αὐτοῦ χώραν· οὗτος οὐδὲ ἔτυχε τοῦ ἁγίου Πνεύματος τοῦ ὑπὸ τῶν προφητῶν κηρυχθέντος. Φοβήθητε τὸ ὑπόδειγμα, καὶ νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις. Ἐὰν ἐκκόψῃς τὰς ἀκάνθας, καταδέξῃ τὸν σπόρον, καρποφορεῖς, καὶ μέτοχος γένῃ τοῦ ἁγίου Πνεύματος. Οὕτως ὑπακούσας τῷ 60.724 προφήτῃ ὁ Κορνήλιος ἐνέωσεν ἑαυτὸν, ἐξέκοψε τὰς ἀκάνθας, καὶ ἐκαρποφόρει τῷ Θεῷ. Ὤφθη γὰρ αὐτῷ ἄγγελος λέγων· Κορνήλιε, αἱ ἐλεημοσύναι σου ἀνῆλθον ἐνώπιον τοῦ Θεοῦ. Οὗτος ὁ καλὸς γεωργὸς ἐξεῤῥίζωσε τὰς ἀκάνθας, ἐνέωσε τὸν ἑαυτοῦ ἄνθρωπον, ἀνέβη αὐτοῦ ὁ καρπὸς ἐνώπιον τοῦ Θεοῦ, Ὁρᾷς καρπὸν μετανοίας; Ἀπὸ γῆς εἰς οὐρανὸν ἀνῆλθε, καὶ ἐνώπιον τοῦ Θεοῦ μετὰ παῤῥησίας ἕστηκεν. Ὥσπερ γὰρ τὰ καλὰ ἔργα μετὰ παῤῥησίας πρεσβεύει, οὕτω καὶ τὰ ἄλλως ἔχοντα μετὰ σπουδῆς κατηγορεῖ. Ἤκουσας τὰ καλὰ ἔργα ὑπὲρ τοῦ Κορνηλίου πρεσβεύοντα· ἄκουσον καὶ τὸν φόνον τοῦ Κάϊν μετὰ σπουδῆς κατηγοροῦντα· οὕτω γάρ φησιν ὁ Θεὸς πρὸς τὸν Κάϊν· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· καὶ τὴν ἐπιτιμίαν ὁριζομένην, ὅτι Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Ἄκουσον καὶ τὸν μισθὸν τῆς ἐλεημοσύνης καὶ τῆς προσευχῆς, τί φησιν ὁ ἄγγελος· Ἀπόστειλον εἰς Ἰόππην, καὶ μετάπεμψαι τὸν Πέτρον, καὶ οὗτός σε διδάξει τί σε δεῖ ποιεῖν. Ἦλθε Πέτρος, καὶ ἐν τῷ ἄρξασθαι αὐτὸν λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτὸν, ὥσπερ καὶ ἐπὶ τοὺς ἀποστόλους. Ὁρᾷς, ὁ μισθὸς τῆς νηστείας καὶ τῆς προσευχῆς καὶ τῆς ἐλεημοσύνης τὸ Πνεῦμα τὸ ἅγιον διδόμενον; Οὗτος ὁ καιρὸς τῆς νηστείας καὶ τῆς ἐλεημοσύνης· τοῦτον τὸν καιρὸν προϊδὼν Ἠλίας, ἐνήστευσε τεσσαράκοντα ἡμέρας· διὰ τοῦτο ἅρματι πυρίνῳ ἀναλαμβάνεται, καὶ μέχρι σήμερον ἐν σώματί ἐστι. Τοῦτον τὸν καιρὸν προεφήτευσε Μωϋσῆς, νηστεύσας τεσσαράκοντα ἡμέρας· διὰ τοῦτο νόμον ἔλαβε πρὸς διόρθωσιν τῶν ὁμοφύλων. Τοῦτον τὸν καιρὸν ἐδίδαξεν ἡμᾶς ὁ Χριστὸς, νηστεύσας τεσσαράκοντα ἡμέρας· ἵν' ἡμᾶς παιδεύσῃ προθύμως καταδέχεσθαι τὴν αἰτίαν ταύτην, δι' ἧς νεάζεται ἡ λογικὴ χώρα, δι' ἧς ἐκτίλλονται ἄκανθαι, δι' ἧς σβέννυνται ἐπιθυμίαι, δι' ἧς καταλύεται τὰ ἔργα τοῦ διαβόλου, δι' ἧς ἡγίασται τὰ ὕδατα τοῦ Ἰορδάνου, δι' ἧς ἀναγεννᾶται ἄνθρωπος, δι' ἧς κατέρχεται τὸ Πνεῦμα τὸ ἅγιον, δι' ἧς ζωὴ καὶ ἀνάστασις. Ταύτην οἱ