1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

7

ἐδυνάμωσε, νηστεία ἱερεῖς ἐτελείωσε, νηστεία Μωϋσῆν ἐλαμπαδούχησε, νηστεία σὺν τῷ Ἀαρὼν ἱεράτευσε, νηστεία Ἰησοῦ Ναυὴ συνεστρατήγησε, νηστεία τὸν Γεδεὼν ὥπλισε, νηστεία τὸν Σαμψὼν ἠνδρείωσε, νηστεία τὸν Σαμουὴλ ἐκύησε, νηστεία σὺν τῷ Σαοὺλ ἐπολέμησε, νηστεία τὸν Ἡσαΐαν εὐλόγησε, νηστεία τὸν Ἱερεμίαν ἐστόμωσε, νηστεία τὸν Ζαχαρίαν ἡγίασε, νηστεία τὸν Ἰωάννην ἐσόφισε, νηστεία Πέτρῳ ἐπήρκεσε, νηστεία Παύλῳ ἐβράβευσε, νηστεία τὴν οἰκουμένην ἐσφράγισε, νηστεία δύναμιν πυρὸς κατεπάτησε, νηστεία ἔθνος λεόντων ἐμάρανε, νηστεία γαυρίαμα δρακόντων κατέσβεσε, νηστεία ποταμοὺς ἐξήρανε· νηστεία τοῦ παραδείσου ἀποκατάστασις, νηστεία ἐπὶ τοῖς εἰρημένοις κεφάλαιον, τὸ σῶμα τοῦ Χριστοῦ ὀχυρώσασα, τὰς προσβολὰς τοῦ διαβόλου σφοδρῶς ὑπεδέξατο. Νηστεία παρθένων συνόμιλος, νηστεία οἴκων αὔξησις, νηστεία μετανοούντων συνήγορος, νηστεία προσευχῆς ὁμόζυγος, νηστεία πλούτου ἀρχὴ, νηστεία πενήτων παράκλησις, νηστεία καταπονουμένων βοηθὸς, νηστεία ὕπνον ἐλαύνουσα, καὶ ὕμνον ἐπάγουσα, νηστεία ὕδωρ ἡμᾶς ποτίζουσα, καὶ ἀθανασίας πηγὴν ἡμῖν καταρτίζουσα. Ὢ νηστεία, ἡ ἄρτῳ τὰς ψυχὰς ἡμῶν πρὸς εὐσέβειαν εὐτρεπίζουσα, καὶ ἅλατι τὴν δυσωδίαν τῶν ἁμαρτημάτων ἡμῶν ἀποσμήχουσα· ὢ νηστεία τεσσαράκοντα ἡμέρας τὸν ἀέρα βαθμώσασα, καὶ ἡμᾶς εἰς οὐρανοὺς δι' ἐκείνων ἄγουσα· ὢ νηστεία διὰ στόματος νηστευόντων ἔλεον καὶ κρίσιν τῷ Θεῷ κελαδοῦσα, ὡς νῦν ἠκούσαμεν τῶν εἰρημένων. ∆αυῒδ γὰρ, ὁ τῶν ἁγίων προφητῶν ὁ χορὸς, δικαιοκρισίαν ἐλέῳ μεμιγμένην, τὴν μέλλουσαν κρίσιν ἀρτίως ἡμῖν ὑπογράφων, ἔλεγε πρὸς τὸν Θεόν· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Νηστεία τῶν Χερουβὶμ ὁμοδίαιτος, νηστεία τῶν Σεραφὶμ σύσκηνος, νηστεία τὸν Ἐνὼχ εἰς παράδεισον ᾤκισεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ νηστείας. Λόγος εʹ. Σήμερον, ἀγαπητοὶ, τὸν ἰατρὸν προσκυνήσωμεν. Ἰδοὺ γὰρ ἐφίσταται ἡ νηστεία, ἡ ψυχῶν καὶ σωμάτων σωτηρίαν χαριζομένη, ὡς ἀνάστασιν παρεχομένη παράδοξον, ὡς πρὸς πνευματικοὺς ἡμᾶς ἀγῶνας ἔλαιον ἀλείφεσθαι. Εὐχὴ καὶ νηστεία τὸ τῶν ἀγγέλων ἔργον, νηστεία παραδείσου πύλη, νηστεία ἁμαρτωλῶν καθάρσιον, νηστεία παῤῥησία πρὸς Θεὸν, νηστεία καθαρότης καρδίας, νηστεία πάντων τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν ἀγαθῶν τὸ κεφάλαιον, νηστεία ἁγιασμὸς ψυχῆς, νηστεία ὑγεία σώματος, νηστεία οἴκου ἀσφάλεια, νέων παιδαγωγὸς, νηπίων φύλαξ, γερόντων σωφρονισμὸς, γυναικῶν εὐκοσμία καὶ κατάστασις. Ἀλλ' ὅτε τῇ προσευχῇ καὶ τῇ νηστείᾳ καὶ ἐλεημοσύνῃ συμπάρεστι, τότε πλούσιος κατὰ Θεὸν ὁ τῆς εὐσεβείας ἐργάτης εὑρίσκεται. Θεῷ γὰρ δανείζει ὁ παρέχων τῷ πένητι. Εἶδες Θεὸν ἐγγυητὴν ὑπὲρ ἀνθρώπων γενόμενον; ∆ιὰ τοῦτο καὶ ὁ προφήτης τοῖς Ἰουδαίοις, ὡς μὴ τελοῦσι τὴν νηστείαν ἐξ ὅλης δυνάμεως, ὀνειδίζων ἔλεγεν· Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, τὸ ταπεινοῦν τὸν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ. Τί γὰρ ὄφελος, νηστεύειν στόματι, καὶ φονεύειν τοῖς ἔργοις; τί τὸ ὄφελος, βρωμάτων ἀπέχεσθαι, καὶ τῇ πορνείᾳ μιαίνεσθαι; Κρέας οὐκ ἐσθίεις, ἀλλὰ κατατρώγεις σάρκας τοῦ ἀδελφοῦ σου. Ποῖον κέρδος, οἴνῳ μὴ εὐφραίνεσθαι, καὶ μεθύσκεσθαι χρήμασι; τί τὸ ὄφελος, ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ· ποῖον κέρδος, νηστείᾳ μαραίνεσθαι, καὶ λοιδορεῖν τὸν πλησίον; τίς ἡ ὠφέλεια, ἐγκρατεύεσθαι βρωμάτων, καὶ ἁρπάζειν τὰ ἀλλότρια; τίς ἡ ἀνάγκη, τὸ σῶμα ξηραίνειν, καὶ πεινῶντας μὴ τρέφειν; τίς ἡ ὠφέλεια, τὰ μέλη συντρίβειν, καὶ χήρας μὴ ἐλεεῖν καὶ ὀρφανούς; τίς ὄνησις, ἐν φροντίσι καὶ μερίμναις διάγειν, καὶ ὀρφανοὺς χειμαζομένους