1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

9

ἐπιλάθῃς, καταπονουμένους ἐλέησον, θλιβομένων καὶ ὀδυρομένων ἐπιμελήθητι, γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, εἰρηνοποιός· γενοῦ μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, ἄμαχος, εὐλαβὴς, ἵνα ὁ Θεὸς τὴν νηστείαν σου ἀποδέξηται, καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθήκης παράσχῃ σοι. Οὐδὲν γὰρ ἀδελφὸς δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ὡς ἡ μετάνοια καὶ ἡ ἐλεημοσύνη. Ταῦτα παρακαλῶ, ἀδελφοὶ, ἵνα ἀσφαλῶς τηρήσωμεν, καὶ μισθὸν κομισώμεθα παρὰ τοῦ Θεοῦ· ἵν' ἀκούσωμεν τῆς μακαρίας φωνῆς ἐκείνης τῆς λεγούσης· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ ἀσθενὴς καὶ γυμνὸς καὶ ἐν φυλακῇ, καὶ διηκονήσατέ μοι. Ἧς τῆς φωνῆς ἀξιωθείημεν πάντες ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ νηστείας. Λόγος ʹ. Πάλιν νηστείας καιρὸς, πάλιν τρυφῆς ἀφορμὴ, πάλιν ἀγώνων ὄψις, πάλιν ἡ τοῦ Χριστοῦ σάλπιγξ τὸν ἀγῶνα τὸν καλὸν κηρύσσουσα, τοὺς ἀγωνιστὰς ἐπὶ τὸ σκάμμα συνεκρότησε· πάλιν ἡ ἐνιαύσιος τοῦ Χριστοῦ παρουσία κηρύττεται. Πάντες ἑαυτοὺς καθάρωμεν, ἵνα αὐτὸν ὑποδεξώμεθα. Εἰ γὰρ παρουσία βασιλέως θνητοῦ κηρυττομένη, τοὺς μέλλοντας ὑποδέχεσθαι ἀναγκάζει μετὰ φόβου καὶ τρόμου τὰς οἰκίας εὐτρεπίζειν, ὅπως ἄξια κατασκευάσωσι τὰ οἰκήματα τοῦ μέλλοντος ἐνοικεῖν· πόσῳ μᾶλλον οἱ τὸν ἀληθινὸν βασιλέα ὑποδέχεσθαι μέλλοντες ὀφείλομεν ἑαυτοὺς ἀξίους παρασκευάζειν τοῦ μέλλοντος ἐν ἡμῖν οἰκεῖν; Παρίτω σήμερον ἡμῖν Ἱερεμίας ὁ προφήτης, ὃς ἀπεστάλη παρὰ τοῦ Κυρίου, ἀκούσας· Ἰδοὺ τέθεικά σε σήμερον προφήτην εἰς τὰ ἔθνη, ἐκριζοῦν καὶ καταφυτεύειν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν. Ὑπακούσωμεν τοῦτον· αὐτός ἐστιν ὁ παρασκευάζων τοὺς ναοὺς τοῦ μεγάλου βασιλέως. Ἐκριζώσωμεν ἡδονὰς, καὶ καταφυτεύσωμεν ἐγκράτειαν· κατασκάψωμεν κακίαν, καὶ ἀνοικοδομήσωμεν ἀρετάς· ἀποδιώξωμεν ψεῦδος, καὶ καρπωσώμεθα ἀλήθειαν· ῥίψωμεν ὑπερηφανίαν, ἀναλάβωμεν μετάνοιαν· ἐκκόψωμεν ὀργὴν, καὶ δεξώμεθα πραότητα. Φησὶ γὰρ ὁ Χριστός· Ἐπὶ τίνα ἀναπαύσομαι; Ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους. Μὴ εὐτρεπίσῃς ἐκ λίθων οἰκίαν· Οὐ γὰρ ὁ Ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ. Εὐτρέπισον ναὸν λογικόν· κόσμησον αὐτὸν ἀρεταῖς· συμβάλλεταί σοι ὁ παρὼν καιρός. Περὶ τούτου Παῦλος λέγει· Ἰδοὺ ὁ καιρὸς συνεσταλμένος ἐστίν· ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐ χρῄζει χρυσοῦ οὔτε ἀργύρου, οὐ χρῄζει λίθων πολυτελῶν οὔτε οἰκοδομιῶν μεγάλων, ἀλλὰ χρῄζει ψυχῆς φαιδρυνομένης, μετανοίας ἀνοθεύτου. Οἱ τοῦ ἐπιγείου βασιλέως πρόδρομοι οἱ ἀπαγγέλλοντες τὴν τούτου παρουσίαν, οὐδὲν οὐράνιον βαστάζουσιν, ἀλλὰ πάντα ἐπίγεια· ὃς μὲν ἀσπίδα, ἄλλος θώρακα, ἄλλος χρυσοῦς δράκοντας, ἄλλος ἱμάτια διάχρυσα· αὐτὸς δὲ ὁ βασιλεὺς φέρει τὴν τῶν πάντων ἐξουσίαν ἐν ἑαυτῷ, τὴν πορφύραν καὶ τὸ διάδημα. Οἱ δὲ πρόδρομοι τοῦ ἐπουρανίου βασιλέως οὐδὲν γήϊνον φέρουσιν, ἀλλὰ πάντα ἄξια τοῦ βασιλέως· Μωϋσῆς νόμον τὸν βασιλικὸν ἀπαγγέλλων, Ἡσαΐας νηστείαν, Ἱερεμίας προσευχὴν, Ἰωάννης βάπτισμα μετανοίας· αὐτὸς δὲ ὁ βασιλεὺς φέρει