1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

8

μὴ ῥύεσθαι; Οὐδὲν ὄφελος τοῖς ἀνθρώποις, ὄνομα μόνον Χριστιανῶν ἐπιφέρεσθαι, ἔργα δὲ ἀγαθὰ μὴ κεκτημένοις· οὐ γὰρ ἀξιώματα παρὰ τῷ Θεῷ τιμῶνται, ἀλλ' ἔργα ζητοῦνται. Ἐπεὶ καὶ Ἰούδας ἐν τοῖς ἀποστόλοις ὑπῆρχε, καὶ τῆς ἴσης τιμῆς ἀπήλαυσε μετὰ τῶν ἄλλων· ἀλλὰ φιλαργυρίαν ἀγαπήσας ἀγχόνην ἐδέξατο· ὡς καὶ ἄρτι πολλοὶ φοροῦσι προβάτων ἐνδύματα, ἀλλ' ἔσωθεν λύκοι εἰσὶν ἅρπαγες. Ἐὰν βούλῃ νηστεύειν, μίσησον 60.718 φιλαργύριον· τὸ μέγα κακόν ἐστιν ἡ φιλαργυρία. Νηστεύεις; Φύγε μοιχείαν, φύγε πορνείαν, φύγε καταλαλιὰν, ψεῦδος, λοιδορίαν, ἔχθραν, βλασφημίαν καὶ πᾶσαν περιεργίαν. Νηστεύεις; Φύγε πλεονεξίαν, ἁρπαγὴν, ἔριν καὶ τὸν ψυχόλεθρον φθόνον. Νηστεύεις; Φύγε ὀργὴν, πορνείαν, ζῆλον, ἐπιορκίαν καὶ πᾶσαν ἀδικίαν. Νηστεύεις; Φύγε γαστριμαργίαν τὴν γεννήτειραν πάσης κακίας, τὴν χωρίζουσαν ἡμᾶς καὶ ἀπ' αὐτοῦ τοῦ Θεοῦ· γαστριμαργίαν τὴν κατάγουσαν ἡμᾶς ἕως τῶν ἀβύσσων τῆς ἀπωλείας. Ἐὰν νηστεύῃς διὰ τὸν Θεὸν, φύγε πᾶν πρᾶγμα ὃ μισεῖ ὁ Θεὸς, καὶ δέχεταί σου τὴν μετάνοιαν. Μετανοίας γὰρ ὁ παρὼν καιρὸς, οὐχὶ δὲ ἀνέσεως· μετάνοια τὴν πεπτωκυῖαν ψυχὴν ἀνιστᾷ, τὴν ἀλλοτριωθεῖσαν φίλην τῷ Θεῷ καθίστησι· μετάνοια τὴν κατεῤῥαγμένην ψυχὴν διεγείρει, τὴν χωλεύουσαν ἀνορθοῖ, τὴν συντετριμμένην ἰᾶται, τὴν τετραυματισμένην ὑγιάζει. ∆ράμωμεν τοίνυν πρὸς τὴν μετάνοιαν, ἀδελφοὶ, δράμωμεν. Καιρὸς γὰρ τοῦ μετανοῆσαι, οὐχὶ δὲ τοῦ σπαταλᾷν καὶ ἀναπεσεῖν· καιρὸς θρηνεῖν καὶ δακρύειν, οὐχὶ δὲ τὸ κινίζειν καὶ μετεωρίζεσθαι· καιρὸς ἐξομολογήσεως καὶ πένθους καὶ στεναγμῶν, οὐχὶ δὲ ἀμελείας καὶ ῥᾳθυμίας. Μετάνοια γάρ ἐστι βασιλείας οὐρανῶν πρόξενος, καὶ εἴσοδος παραδείσου, καὶ τρυφῆς αἰωνίου ἀπόλαυσις· μετάνοια τῶν ἁμαρτημάτων λυτήριον, τῶν σπιλωμάτων καθαρτήριον· μετάνοια, σωτηρίας μήτηρ, διαβόλου σκελισμὸς, παθῶν ἀφανισμός· ἡ μετάνοια τὰ δεσμὰ τῶν ἁμαρτημάτων διαλύει, τὰς ἀπηλπισμένας ψυχὰς διασώζει, τοὺς ἐσκοτισμένους φωταγωγεῖ, τοὺς μεμακρυμμένους πρὸς Θεὸν ἐπιστρέφει, τοὺς πεπλανημένους ἀνακαλεῖται· μετάνοια πάντων τῶν ἀπεγνωσμένων ψυχαγωγία καὶ παραμύθιον· μετάνοια πάσης ψυχικῆς καὶ σωματικῆς ἀσθενείας ἰατρεῖον καὶ σωτήριον φάρμακον. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Νηστεύεις; Πένητα μὴ παρίδῃς. Νηστεύεις; Βλέπε τῆς χήρας τὰ δάκρυα. Νηστεύεις; Γυμνὸν περίβαλλε. Νηστεύεις; Βλέπε ὀρφανοὺς στενάζοντας. Νηστεύεις; Ἐὰν ἔχῃς, ἐλέησον· εἰ 60.719 δὲ οὐκ ἔχεις, κἂν μὴ ἁρπάζῃς τὰ ἀλλότρια. Νηστεύεις; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον, καὶ ἀρκεῖ σοι εἰς σωτηρίαν. Νηστεύεις; Μὴ ἀφανίσῃς τὸ πρόσωπόν σου, ὥσπερ οἱ ὑποκριταὶ, μὴ σκυθρωπάσῃς, ἀλλ' ἄλειψόν σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς. Ἐὰν νηστεύῃς, οὕτω νήστευε ὡς ὁ Χριστὸς ἐκέλευσεν, ἵνα μὴ καὶ τὸν κόπον ὑπομείνῃς, καὶ τὸν μισθὸν ἀπολέσῃς. Ἐὰν γὰρ νηστεύῃς, βλέπε μὴ δανείσῃς τὸ ἀργύριόν σου ἐπὶ τόκῳ. Νηστεύεις; ∆ιάῤῥηξον βιαίων συναλλαγμάτων χειρόγραφον· συγχώρησον, ἵνα συγχωρῇ σοι· τῷ ἀδελφῷ σου τὴν λύπην ἄφες, ἵνα ἀφεθῇς· ἐλέησον, ἵνα ἐλεηθῇς· ἄφες τῷ πλησίον τὸ σφάλμα. Νηστεύεις; Ἐλέησον ὃν ἠδίκησας, μὴ φθονήσῃς ποτὲ ἀδελφῷ, μήτε πάλιν μισήσῃς τινά. Νηστεύεις; Μὴ κενοδοξήσῃς. Νηστεύεις; Φύγε πορνείαν, τὴν μιαίνουσαν ἡμῶν τὴν ψυχὴν καὶ τὸ σῶμα· πορνείαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ἁγίων· πορνείαν, τὴν πρόξενον τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός. Νηστεύεις; Μὴ συκοφαντήσῃς πένητα, ἵνα μὴ παροργίσῃς τὸν ποιήσαντα αὐτόν. Νηστεύεις; Θρέψον πεινῶντας, πότισον δι 60.720 ψῶντας, γυμνοὺς ἔνδυσον, ξένους παραμύθησαι, ἀσθενοῦντας ἐπίσκεψαι, τῶν ἐν φυλακῇ μὴ