1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

1

Scholia mythological

ΣΥΝΑΓΩΓΗ ΚΑΙ ἘΞΗΓΗΣΙΣ ὯΝ ἘΜΝΗΣΘΗ ἹΣΤΟΡΙΩΝ Ὁ ἘΝ ἉΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΣ ἘΝ ΤΩΙ ΠΡΩΤΩΙ ΚΑΤΑ ἸΟΥΛΙΑΝΟΥ ΣΤΗΛΙΤΕΥΤΙΚΩΙ ΛΟΓΩΙ

Ὁ λόγος ὁ στηλιτευτικὸς ψόγος ἐστὶ τῶν Ἰουλιανῷ πεπραγμένων. διαφέρει δὲ ψόγου ὁ στηλιτευτικὸς ὅτι ὁ μὲν ψόγος διὰ τῶν ἐγκωμιαστικῶν κεφαλαίων προέρχεται, οἷον γένους, ἀνατροφῆς, πράξεων, συγκρίσεως· ὁ δὲ στηλιτευτικὸς διὰ μόνων τῶν πράξεων, εἰ τύχοι δὲ καὶ συγκρίσεως. στηλιτευτικὸς δὲ ἤκουσεν ἀπὸ μεταφορᾶς τῆς στήλης· στήλη δέ ἐστιν ἢ λίθος ἢ χαλκὸς ἐν ἐπιμήκει τετραγώνῳ σχήματι, ἐν ᾗ ἐγγέγραπται ἡ τοῦ στηλιτευομένου ὕβρις. οἷον Ἀθηναῖοι τὸν Ζελείτην τὸν Ἄρθμιον, τὸν διαφθείροντα τοὺς Ἕλληνας χρήμασιν ἐπὶ τῷ μᾶλλον ὑπακοῦσαι τῷ Πέρσῃ, ἐν στήλῃ ἀνέγραψαν, ἀτιμώσαντες καὶ αὐτὸν καὶ ἅπαν τὸ γένος αὐτοῦ, ἐξουσίαν δεδωκότες ἐν τοῖς γράμμασι τῷ βουλομένῳ αὐτὸν ἀποκτεῖναι, ἐγγράψαντες καὶ τὴν αἰτίαν ἐν τῇ στήλῃ, ἥτις ἦν αὐτῷ τῷ Ἀρθμίῳ ψόγος, Ὅτι, φησί, τὸν χρυσὸν τὸν ἐκ τῶν Μήδων εἰς Πελοπόννησον ἤγαγεν. Εἰδέναι δὲ χρὴ ὅτι πολλάκις καὶ εὐεργετῶν εὐεργεσίαι ἐν στήλαις ἀνεγράφοντο, ὥσπερ ἡ τοῦ Λεύκωνος, τοῦ ἄρχοντος τοῦ Βοσπόρου, εὐεργεσία ἀνεγράφη ἐν Ἀθήναις. Καὶ ἡ μὲν ὑπόθεσίς ἐστιν αὕτη, περὶ δὲ τῶν ἱστοριῶν ὡς οἷόν τε διὰ βραχυτάτων ἐπιμνησθησόμεθα. 4.1 Πρώτη ἱστορία αὕτη· Ταῦτα μὲν παιζέτωσαν παρ' ἐκείνοις Ἐμπεδοκλεῖς καὶ Ἀρισταῖοι καὶ Ἐμπεδότιμοι καὶ Τροφώνιοι. Ὁ Ἐμπεδοκλῆς οὗτος Σικελιώτης ἦν τὸ γένος, Πυθαγόρειος τὴν φιλοσοφίαν. βουλόμενος δὲ κενοδοξῆσαι, ὡς ὅτι ἀνιερώθη καὶ μετάρσιος γέγονεν εἰς οὐρανούς, ἔβαλεν ἑαυτὸν ἐν τῷ ἀναδιδομένῳ πυρὶ τῆς Αἴτνης. τοῦτο δὲ τὸ πῦρ λέγεται Οἱ τοῦ Ἡφαίστου κρατῆρες. καὶ αὐτὸς μὲν ἀπώλετο ὑπὸ τοῦ πυρός, ὁ δὲ Θεὸς βουληθεὶς δημοσιεῦσαι αὐτοῦ τὴν κενοδοξίαν τὸ σάνδαλον αὐτοῦ ἀποπτυσθῆναι σῶον ἐκ τοῦ πυρὸς ἐποίησεν. καὶ οὕτως ἐγνώσθη ὅτι μετάρσιος μὲν οὐ γέγονε, κατεκάη δὲ ἀξίως τῆς οἰκείας κενοδοξίας. Οἱ δὲ περὶ τὸν Τροφώνιον καὶ Ἐμπεδότιμον καὶ Ἀρισταῖον ὑπῆρχον μὲν ἐκ τῆς Βοιωτίας, πόλεως Λεβαδίας, μάντεις δὲ τὰς τέχνας. καὶ οὗτοι δὲ βουλόμενοι κενοδοξῆσαι καὶ δεῖξαι ὅτι ἀνελήφθησαν, ἑαυτοὺς ἔν τισιν ὑποβρυχίοις σπηλαίοις ἔβαλον ἐπὶ τῷ τεθνάναι καὶ μὴ εὑρεθῆναι αὐτῶν τὰ λείψανα. οὗτοι δὲ τεθνήκασιν· ἐγνώσθησαν δὲ ὅτι ἐκεῖσε ἀπέθανον διὰ τὸ μαντεῖον φανῆναι περὶ τὸν τόπον. ἔστι δέ τις παροιμία ἡ λέγουσα Εἰς Τροφωνίου μεμάντευσαι. λέγεται δὲ ἐπὶ τῶν ὠχριώντων καὶ μηδέποτε γελώντων. πᾶς γὰρ καταβαίνων εἰς τὸ μαντεῖον ἐκεῖνο ἀγέλαστος ἀνῄει καὶ ὠχριῶν διηνεκῶς. ἔλεγχος δὲ ἦν οὗτος αὐτῶν τούτων ὅτι ὠχριάσαντες καὶ μηδέποτε ἐν τῷ ὑποβρυχίῳ γελάσαντες τεθνήκασιν. ἠξιώθησαν δὲ ὁ Τροφώνιος καὶ Ἀγαμήδης ὁ ἀδελφὸς αὐτοῦ μαντεύεσθαι διὰ τὸ κτίσαι αὐτοὺς ἀπὸ οἰκείων χρημάτων τὸ ἱερὸν τὸ ἐν ∆ελφοῖς τοῦ Ἀπόλλωνος. 4.2 ∆ευτέρα ἐστὶν ἱστορία ἡ κατὰ τὸν Πρωτέα. Οὗτος ὁ Πρωτεὺς Θρᾷξ μὲν ἦν τὸ γένος· εἶχε δὲ υἱοὺς Μῶλον καὶ Τηλέγονον. τούτους λῃστὰς ὄντας ὁ Ἡρακλῆς ἐλθὼν ἀπέκτεινεν, ἀπερχόμενος διὰ τὰς Γηρυόνου βοῦς. τοῦτον οὖν ἀθυμοῦντα τὸν Πρωτέα διὰ τὴν ἀποβολὴν τῶν τέκνων, καὶ ῥίψαντα ἑαυτὸν εἰς θάλασσαν, οἱ θεοὶ ἐλεήσαντες ἀπηθανάτισαν. καὶ γέγονε δαίμων ἐνάλιος, καὶ ἔρχεται καὶ οἰκεῖ τὴν Φαρίαν νῆσον. οὗτος λέγεται καὶ μετὰ τῶν φωκῶν ἐνδιαιτᾶσθαι. οὗτος καὶ τοῦ Ἀλεξάνδρου τὴν Ἑλένην ἔλαβεν ἐλθόντος ἀπὸ τῆς Ἑλλάδος, καὶ δέδωκεν αὐτῷ τὸ εἴδωλον τῆς Ἑλένης. ὕστερον δέ, Μενελάου μετὰ τὸν Τρωϊκὸν πόλεμον μαθόντος ὡς εἰς Αἴγυπτόν ἐστιν ἡ Ἑλένη καὶ ἐλθόντος παρὰ τὸν Πρωτέα, δέδωκεν αὐτὴν αὐτῷ. Λέγεται δὲ οὗτος ὁ Πρωτεὺς μεταμορφοῦσθαι πρὸς τοὺς ἐντυγχάνοντας, καί ποτε μὲν φαίνεσθαι τοιόσδε, ποτὲ δὲ