1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

7

ἐρωτήσεως οὗτος· Ὦ ἄνδρες Ἀρκάδες, ἁλιεῖς τὴν τέχνην, ἆρα ἐθηράσαμέν τι; οἱ δὲ ἁλιεῖς ἀπεκρίναντο τοῦτο τὸ ἔπος· οὓς ἕλομεν λιπόμεσθ', οὓς δ' οὐχ ἕλομεν φερόμεσθα. ὁ δὲ νοῦς τοῦδε τοῦ ἔπους τοιοῦτος, ὅτι, Οὓς μὲν φθεῖρας ἐθηράσαμεν, ἀπεκτείναμεν ἐνταῦθα, οὓς δὲ οὐκ ἰσχύσαμεν θηρᾶσαι, φέρομεν ἐν τοῖς ἱματίοις. οὐκ ἐνόησε δὲ ὁ Ὅμηρος, ὥς φασι, τὸ ἔπος τοῦτο, καὶ μικρὸν ἐκεῖσε γενόμενος, ἀπέθανεν ἀπὸ λύπης. λέγουσι δὲ εἶναι καὶ χρησμὸν τὸν χρησμῳδηθέντα Ὁμήρῳ, ὅτι ὅταν αὐτῷ προταθείη ζήτημα, καὶ μὴ εὕροι, τότε ἀποθανεῖται. 4.34 Τριακοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ἀριστοτέλην καὶ τὸν Εὔριπον. ἔστι δὲ αὕτη. Ἀριστοτέλης ὁ φιλόσοφος μαθητὴς γέγονε Πλάτωνος. εἰ καὶ τὰ μάλιστα περὶ τὸ φυσιολογικὸν μέρος τῆς φιλοσοφίας ἐπιδούς, ἐσπούδασε πάντων τῶν μετὰ τὰ οὐράνια σώματα τὰς αἰτίας εἰπεῖν καὶ τὰς φύσεις, οἷον γῆς, θαλάττης, ἀέρος, αἰθέρος, ζῴων, φυτῶν, ὑετοῦ, χιόνος, σεισμῶν, κομητῶν, πάντων ἁπλῶς. οὗτος οὖν τὴν πάντων διερευνησάμενος φύσιν, ἠβουλήθη καὶ τὴν τοῦ Εὐρίπου φύσιν φυσιολογῆσαι. ὁ δὲ μὴ ἰσχύσας καταλαβεῖν, ἔρριψεν ἑαυτὸν ἐν τούτῳ τῷ μέρει τῆς θαλάσσης, τοῦτο ἐπιφθεγξάμενος· Ἐπειδὴ Ἀριστοτέλης οὐχ εἷλε τὸν Εὔριπον, Εὔριπος ἐχέτω τὸν Ἀριστοτέλην. καὶ τέθνηκεν οὕτως ὁ Ἀριστοτέλης. Ὁ δὲ Εὔριπος τόπος ἐστὶ τῆς θαλάττης μεταξὺ τῆς Βοιωτίας νήσου καὶ τῆς Ἀττικῆς, ὃς ἑπτάκις τρέπεται τῆς ἡμέρας. τρέπεται δὲ τῷ τὸ ὕδωρ τὸ ἐν τούτῳ τῷ μέρει ὑποφεύγειν καὶ οἱονεὶ ἀναρροφεῖσθαι, καὶ πάλιν ἐξερεύγεσθαι καὶ ἀναπληροῦσθαι τὸ ὕδωρ πάλιν ὡς ἦν. τοῦτο δὲ γίνεται, ὡς εἶπον, ἑπτάκις τῆς ἡμέρας. Τὸ δὲ τεθνήκασιν ἀπὸ κοινοῦ ἐστιν ἀντὶ τοῦ Ὅμηρος καὶ Ἀριστοτέλης, ὁ μὲν διὰ τὸ Ἀρκαδικὸν ζήτημα, ὁ δὲ διὰ τὸν Εὔριπον. 4.35 Τριακοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ κατὰ τὸ φρέαρ Κλεάνθους. ἔστι δὲ αὕτη. Κλεάνθης εἷς ἦν καὶ αὐτὸς τῶν Κυνικῶν φιλοσόφων. οὗτος ἔν τινι φρέατι ἑαυτὸν στήσας, ἠρύετο ὕδωρ τοῖς παριοῦσι, καὶ διδοὺς πιεῖν, ἐλάμβανε παρ' αὐτῶν ἄρτον καὶ ἤσθιεν. θαυμάζεται δὲ παρὰ τῶν φιλοσόφων καὶ οὗτος ὡς καρτερικός. 4.36 Τριακοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν ἱμάντα τοῦ Ἀναξαγόρου. ἔστι δὲ αὕτη. 4.37 Τριακοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Ἡρακλείτου κατήφειαν. ἔστι δὲ αὕτη. Ἡράκλειτος καὶ ∆ημόκριτος οὐκ ἐν τῷ αὐτῷ γεγονότες χρόνῳ, φυσικοὶ δὲ ὄντες, ὁμοίως τὴν τοῦ κόσμου ἀλλεπαλληλίαν διέπαιξαν, ὁ μὲν γελῶν, ὁ δὲ κλαίων. ὁ μὲν ∆ημόκριτος ἐγέλα συνεχῶς τὰ πράγματα, ὁ δὲ Ἡράκλειτος ἔκλαιεν. ἦν δὲ ὁ μὲν ∆ημόκριτος Ἀβδηρίτης, ὁ δὲ Ἡράκλειτος Ἐφέσιος. 4.38 Τριακοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς φαλλούς. ἔστι δὲ αὕτη. Τῷ ∆ιονύσῳ ἑορτὴν ἄγοντες οἱ Ἕλληνες φαλλοῖς ἐτίμων αὐτόν. φαλλὸς δέ ἐστιν ἐκ δέρματος ῥουσίου σχῆμα αἰδοίου ἀνδρός. καὶ τοῦτο περιετίθουν ἑαυτοῖς καὶ ἐν τοῖς τραχήλοις καὶ ἐν τοῖς μέσοις μηροῖς, καὶ ἐξωρχοῦντο, τιμῶντες ἐκ τούτου τὸν ∆ιόνυσον. τὴν δὲ τιμὴν ταύτην ἦγον τῷ ∆ιονύσῳ διὰ τοιαύτην αἰτίαν. ἐκ Σεμέλης τῆς Κάδμου θυγατρὸς γεννᾶται ὁ ∆ιόνυσος. αὕτη δὲ κεραυνωθεῖσα, ἐζητεῖτο ὑπὸ τοῦ ∆ιονύσου. περιπλανωμένῳ δὲ τούτῳ καὶ ζητοῦντι Πολύϋμνος παῖς οὕτω λεγόμενος περιέτυχε τῷ ∆ιονύσῳ, καὶ ὑπέσχετο δείξειν αὐτῷ τὴν μητέρα, εἰ παιδεραστήσει αὐτόν. ὁ δὲ ∆ιόνυσος ὑπέσχετο τοῦτο. λέγει αὐτῷ ὁ Πολύϋμνος ὅτι ἐν Λέρνῃ ἐστὶν ἡ Σεμέλη. εἶτα εἰσελθὼν ὁ ∆ιόνυσος ἐν τῇ θαλάσσῃ ἵνα περάσῃ ἐν τῇ Λέρνῃ, συνηκολούθησεν αὐτῷ καὶ ὁ Πολύϋμνος. καὶ ὁ μὲν ∆ιόνυσος, ὡς θεός, ἐσώθη, ὁ δὲ Πολύϋμνος τέθνηκε. λυπηθεὶς δὲ ὁ ∆ιόνυσος ὅτι ὁ ἐραστὴς αὐτοῦ τέθνηκε, πρὸς τιμὴν αὐτοῦ αἰδοῖον ξύλινον ἐκ συκίνου ξύλου πελεκήσας, κατεῖχεν ἀεὶ πρὸς μνήμην, ὡς εἶπον, τοῦ Πολυΰμνου. ∆ιὰ ταύτην τὴν αἰτίαν τοῖς φαλλοῖς τιμῶσι τὸν ∆ιόνυσον. φαλλοὶ οὖν εἰσιν πάντες, ἰθύφαλλοι δὲ οἱ εἰς τοὺς μηροὺς ἐπ' εὐθείας ἐπιδεσμούμενοι. 4.39 Τριακοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς μελαμπύγους καὶ τοὺς ἀπύγους. εἰσὶ δὲ αὕται διάφοροι, καὶ ἡ κατὰ τοὺς ἀπύγους ἐστὶν αὕτη. Ὁ Πειρίθους κατελθὼν εἰς τὸν Ἅιδην διὰ τὸ ἁρπάξαι τὴν Περσεφόνην, τὴν τοῦ Πλούτωνος, ἐδέθη κάτω παρὰ πέτραις τισί.