1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

32

παρθένους θεάς. χολωθεῖσα οὖν ἡ Ἄρτεμις μανῆναι ἐποίησε τοὺς κύνας αὐτοῦ τοῦ Ἀκταίωνος, οἵτινες εὑρόντες αὐτὸν ἀνεῖλον οὕτως ὥστε λέγεσθαι τὸν Ἀκταίωνα ὑπὸ κυνῶν συρῆναι. Καὶ ὁ Ὠρίων δὲ οὗτός ἐστιν ὁ καταστηριχθείς. ἔστι δὲ οὗτος ὁ ἐκ τοῦ οὐρῆσαι τοὺς θεοὺς ἐν τῇ βύρσῃ τοῦ βοὸς τοῦ σφαγέντος ὑπὸ τοῦ Ὑριέως, τοῦ Θηβῶν βασιλέως, ἐπὶ τῇ φιλοξενίᾳ τῶν θεῶν γεννηθείς. γενόμενος δὲ οὗτος ὁ Ὠρίων καὶ ὢν θηρολέτης ἠράσθη τῆς Ἀρτέμιδος. εἶτα ἡ θεὸς ὀργισθεῖσα ἀνῆκε σκορπίον κατ' αὐτοῦ. καὶ κρουσθεὶς ἀπέθανε, διό ἐστιν ἐν τῷ οὐρανῷ μετὰ τοῦ Σκορπίου. 43.3 Τρίτη ἐστὶν ἱστορία ἡ περὶ τῆς ἀντιδοθείσης ἐλάφου ὑπὲρ τῆς παρθένου, ἥτις κεῖται ἐν τῇ ἑβδόμῃ ἱστορίᾳ ἐν τῷ Πρώτῳ Στηλιτευτικῷ Ἰουλιανοῦ Λόγῳ. ἔστι δὲ αὕτη. Ὅτε ἀπὸ τῆς Ἑλλάδος ἀπόπλους τῶν Ἑλλήνων ἐπὶ τὴν Τροίαν ἐγένετο, ἐν τῇ Αὐλίδι τῆς Βοιωτίας θυσίας γενομένης τῇ Ἀρτέμιδι, καὶ τῆς θυγατρὸς τοῦ Ἀγαμέμνονος τῆς Ἰφιγενείαςἐπιδοθείσης τυθῆναι, ἡ Ἄρτεμις ἐλεήσασα τὴν παρθένον ἁρπάζει μὲν ταύτην καὶ ἀποφέρει παρὰ Ταύροις ἐν Σκυθίᾳ, ἔλαφον δὲ ἀντὶ τῆς παρθένου φανῆναι ἐποίησεν, ἥντινα λαβόντες ἔθυσαν οἱ Ἕλληνες. ἡ δὲ Ἰφιγένεια ἐν Σκυθίᾳ ἱέρεια ἦν τῆς Ἀρτέμιδος. 43.4 Τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Θετταλικοῦ ἄντρου. ἔστι δὲ αὕτη. Γεννηθεὶς ὁ Ἀχιλλεὺς ὑπὸ Θέτιδος παρεδόθη τῷ Χείρωνι τροφεῖ ἅμα καὶ διδασκάλῳ τῆς τοξείας χρησόμενος. ἦν δὲ οὗτος ὁ Χείρων ἱπποκένταυρος, οἰκῶν ἄντρον τι καὶ σπήλαιον ἐν Θετταλίᾳ. ὁ οὖν Χείρων λαβὼν τὸν Ἀχιλλέα καὶ ἐπικαθίσας ὄπισθεν ἑαυτοῦ κατὰ τοῦ ἱππείου μέρους, οὕτως ἐγύμναζε καὶ ἐδίδαξε τὴν τοξικήν, τρέφων αὐτὸν οὐ γάλακτι καὶ ἄρτῳ, ἀλλὰ μυελοῖς ἐλάφων καὶ ἄλλων ζῴων, διὸ καὶ Ἀχιλλεὺς ὠνομάσθη, ὁ μὴ μετασχὼν τοῦ χιλοῦ· χιλὸς γὰρ ἡ τροφή. 43.5 Πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῆς στροφῆς τῆς σφενδόνης τοῦ Γύγου. ταύτης τῆς ἱστορίας ἐμνήσθη καὶ ἐν τοῖς Στηλιτευτικοῖς, ἐν τῇ πεντηκοστῇ πέμπτῃ ἱστορίᾳ. ἔστι δὲ αὕτη. Πλάτων ἐν ταῖς Πολιτείαις λέγει ὡς ὁ Γύγης οὗτος ποιμὴν ἦν, καὶ ποιμαίνων εὗρε κεχωσμένον ἵππον χαλκοῦν, ἐν ᾧ ἵππῳ ἔνδοθεν εὗρεν ὄντα νεκρὸν ἄνθρωπον φοροῦντα δακτύλιον. καὶ λαβὼν τὸν δακτύλιον εἶχεν. καὶ ὅτε μὲν ἔστρεφε τὴν σφενδόνην τοῦ δακτυλίου, ἐγίνετο ἀφανής, ὅτε δὲ ἀντέστρεφε πάλιν, ἐγίνετο ἐμφανὴς τοῖς οὖσιν. σφενδόνη δέ ἐστιν ἡ κεφαλὴ τοῦ δακτυλίου. ἦν δὲ αὕτη στρεπτή. ἔχων οὖν τοῦτον τὸν δακτύλιον, ἐλθὼν ἐπὶ τὰ βασίλεια τῶν Λυδῶν καὶ ἀντιστρέψας τὴν σφενδόνην, ἐγένετο ἀφανής, καὶ εἰσελθὼν ἀπέκτεινε τὸν βασιλέα καὶ ἔλαβε τὴν βασιλείαν. ὁ δὲ Ἡρόδοτος ἄλλως ἱστορεῖ τὰ κατὰ τὸν Γύγην, ὅτι ἐπιτροπῇ τῆς δεσποίνης ἀπέκτεινε τὸν Κανδαύλην ὁ Γύγης καὶ ἐβασίλευσεν. 43.6 Ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Μίδαν. Ὁ Μίδας οὗτος Φρυγίας ἦν βασιλεύς. ἦν δὲ φιλάργυρος καὶ χρυσομανής τις, ὡς τὸ ἔργον ἐδήλωσεν. ηὔξατο οὖν ἵνα οὗ ἂν ἅψηται χρυσὸς γένηται. εἰσηκούσθη οὖν οὗτος, καὶ οὗ ἂν ἥψατο ἢ χειρὶ ἢ στόματι, χρυσὸς ἐγίνετο. καὶ οὕτως πάντα μὲν ἦν αὐτῷ χρυσός. φαγεῖν δὲ μὴ δυνάμενος ἀπώλετο. καὶ γὰρ ἡ τροφὴ ἡ διδομένη αὐτῷ διὰ τοῦ στόματος ἀπεχρυσοῦτο. ἐφθάρη οὖν τῷ λιμῷ. Ἱστοροῦσι δὲ ἄλλοι ὅτι χρησμὸν λαβὼν ἔζησεν. ἦν δὲ ὁ χρησμὸς διελᾶσαι ἅρματι καὶ ὅπου ἂν ἐπισχεθῇ τὸ ἅρμα, στῆναι καὶ κτίσαι πόλιν. καὶ ἐποίησεν οὕτως, καὶ κτίζει τὴν Ἄγκυραν τῆς Γαλατίας. ἄγκυρα γὰρ σιδήριον πλοίου ποταμίου, ὃ ἐπισχὸν τὸ ἅρμα ἔστησε τὸν Μίδαν. οὕτως ἐκτίσθη ἡ πόλις καὶ ἐκλήθη Ἄγκυρα. 43.7 Ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἀβάριδος ὀϊστοῦ. ταύτης τῆς ἱστορίας μέμνηται Ἡρόδοτος ἐν τῇ Τετάρτῃ. ἔστι δὲ αὕτη. Ἄβαρις ἐξ Ὑπερβορέων ἦν ἄνθρωπος. οἱ δὲ Ὑπερβόρεοι ἀρτικώτεροί εἰσι καὶ ἐνδότεροι τῶν Σκυθῶν. οὗτος οὖν ὁ Ἄβαρις λέγεται ἔνθους γενόμενος περιϊέναι τὴν Ἑλλάδα κύκλῳ μετὰ βέλους καὶ χρησμούς τινας καὶ μαντείας λέγειν, ὡς ἔνθους. Λυκοῦργος δὲ ὁ ῥήτωρ μέμνηται τοῦ Ἀβάριδος ἐν τῷ κατὰ Μενεσαίχμου λόγῳ, λέγων ὅτι λιμοῦ γενομένου ἐν τοῖς Ὑπερβορέοις ἦλθεν ὁ Ἄβαρις ἐν τῇ Ἑλλάδι, καὶ ἐμισθώτευσε τῷ Ἀπόλλωνι, καὶ ἐδιδάχθη παρ' αὐτοῦ τὸ χρησμολογεῖν. καὶ οὕτω κρατῶν τὸ βέλος ὡς σύμβολον τοῦ