1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

29

ἐλεφάντινον. 39.10 ∆εκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Ἑκάτης. Τὴν Ἑκάτην θεὸν νομίζουσιν οἱ Ἕλληνες· καὶ οἱ μὲν αὐτὴν λέγουσιν εἶναι τὴν Ἄρτεμιν, οἱ δὲ τὴν Σελήνην, ἄλλοι δὲ ἰδικήν τινα θεὸν ἐν φάσμασί τισιν ἐκτόποις φαινομένην τοῖς ἐπικαλουμένοις αὐτήν· μάλιστα δὲ φαίνεται τοῖς καταρωμένοις. τὰ δὲ φάσματα αὐτῆς δρακοντοκέφαλοι φαίνονται ἄνθρωποι, καὶ ὑπερμήκεις καὶ ὑπερμεγέθεις, ὥστε ἐκ μόνης τῆς θέας καταπλῆξαι καὶ δειματῶσαι τοὺς ὁρῶντας. 39.11 Ἑνδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Τροφωνίου. κεῖται δὲ ἐν τοῖς κατὰ Ἰουλιανοῦ. ἔστι δὲ αὕτη. Τροφώνιος καὶ Ἀγαμήδης ἀδελφοὶ δύο γεγόνασι, μάντεις τὴν τέχνην. τούτων ὁ Τροφώνιος ὑπὸ κενοδοξίας ἑαυτὸν ὑποβρύχιον κατέχωσεν ἵνα δόξας ἀφανὴς εἶναι νομισθείη ἀναρπασθῆναι εἰς θεούς. ὑποβρύχιος δὲ γεγονὼς ἐν σπηλαίῳ τινὶ ἀπέψυξεν. εἶτα οἱ θεοὶ ἐλεήσαντες, φησίν, αὐτόν, τὸν τόπον ἐν ᾧ ἀπέψυξεν ἐποίησαν μαντεύεσθαι. καὶ κατῄεσαν εἰς τὸ σπήλαιον καί τινας τελετὰς ποιοῦντες ἀνῄεσαν ὡς χρησμῳδηθέντες. λέγεται δὲ ὅτι πᾶς κατελθὼν εἰς τὸ σπήλαιον ἐκεῖνο ἐκ τοῦ λοιποῦ ἀγέλαστος ἦν. 39.12 ∆ωδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς ∆ωδωναίας δρυός. Ἡ ∆ωδώνη πόλις ἐστὶ περὶ τὴν παλαιὰν Ἤπειρον. ἐν ταύτῃ ἦν δρῦς, ἐν ᾗ ἐλέγετο ὁ Ζεὺς ἐπισκιάζειν καὶ μαντείαν διδόναι τοῖς χρῄζουσι μαντείας. ἐξ αὐτῆς τῆς δρυὸς κινήματά τινα μαντικὰ ἐξηχούμενα. 39.13 Τρισκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ τρίποδος τοῦ ∆ελφικοῦ. ∆ελφοὶ πόλις τῆς Φωκίδος, Φωκὶς δὲ ἐπαρχία τῆς Ἑλλάδος. ἐν τούτοις τοῖς ∆ελφοῖς ἦν ἱερὸν τοῦ Ἀπόλλωνος, ἐν ᾧ ἦν ἡ Πυθώ, ἐν ᾧ ἵστατο ὁ τρίπους ὁ χαλκοῦς, ἐξ οὗ χαλκοῦ τρίποδος ἡ μαντεία ἐξεφέρετο. ἐπάνω γὰρ τοῦ τρίποδος ἦν τις φιάλη ἐν ᾗ αἱ ψῆφοι αἱ μαντικαὶ ἥλλοντο καὶ ἐπήδων ἡνίκα ὁ Ἀπόλλων τὴν μαντείαν ἐξέφερεν. τρίπους δὲ ἦν διὰ τοῦτο, διὰ τὸ τὴν μαντείαν κατὰ τοὺς τρεῖς χρόνους μαντεύειν. ἡ γὰρ ὄντως μαντικὴ λέγει καὶ περὶ τῶν παρῳχημένων καὶ περὶ τῶν ἐνεστώτων καὶ περὶ τῶν μελλόντων. 39.14 Τεσσαρεσκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Κασταλίας. Ἕστι δὲ αὕτη πηγὴ περὶ τὴν Ἀντιόχειαν ἐν ᾗ ὁ Ἀπόλλων ἐφορεύει. ἐν ᾗ πηγῇ μαντεία τις ἐξεφέρετο κατὰ τὴν τοιάνδε ἐκροὴν τοῦ ὕδατος, οὐ κατὰ φωνήν. οὐ γὰρ φωνή τις ἐξηχεῖτο, ἀλλ' ἁπλῶς ἤχου τινὸς καὶ πνεύματος ἀναδιδομένου καὶ ἐκροῆς, πρὸς ἅ τινες ἱστάμενοι καὶ νοοῦντες τὰ σύμβολα ταῦτα ἔλεγον τὰ μέλλοντα. 39.15 Πεντεκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς τῶν Μάγων θυτικῆς προγνώσεως. ἔστι δὲ αὕτη. Οἱ Μάγοι διὰ θυσιῶν ἔλεγον τὰς προγνώσεις, διὰ τῆς ἡπατοσκοπίας. θύοντες γὰρ καὶ ἀνατέμνοντές τινα σημεῖα ἐθεώρουν ἐν τοῖς τομίοις καὶ ἐν τοῖς ἥπασι καὶ ἐν τοῖς ἄλλοις δι' ὧν ἔλεγον τὰ συμβησόμενα. γένος δὲ Μήδων οἱ Μάγοι, ἐξ ὧν οἱ ἡπατοσκόποι ἐξῆλθον. 39.16 Ἑξκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Χαλδαίων ἀστρονομίας. Οἱ Χαλδαῖοι, ὧν πρῶτος ὁ Ζωροάστρης καὶ μετ' αὐτὸν Ὀστάνης, ἐπέστησαν τῇ οὐρανίᾳ κινήσει καὶ εἶπον ὡς τῇ τοιᾷδε κινήσει τῶν οὐρανίων τὰ περὶ τοὺς τικτομένους συμβαίνει. ἀφ' ὧν Χαλδαίων ἔμαθον Ἕλληνες τὴν ἀστρολογίαν, καὶ τοὺς γεννωμένους ἤρξαντο ὑπὸ τὴν τῶν ἄστρων κίνησιν ἀναφέρειν. 39.17 Ἑπτακαιδεκάτη ἐστιν ἱστορία ἡ περὶ τῶν Θρᾳκίων ὀργίων. Λέγεται ὅτι πρῶτοι πάντων ἀνθρώπων Θρᾷκες ἤρξαντο θρησκεύειν καὶ θεραπεύειν θεὸν καὶ τελετὰς τελεῖν καὶ μυστήρια συγκροτεῖν. ἐξ ὧν Θρᾳκῶν θρησκεύειν ἤκουσεν ἡ περὶ τὸ θεῖον εὐσέβεια. πρότερος δὲ πάντων Θρᾳκῶν Ὀρφεὺς λέγεται εἰσηγήσασθαι τὰς τελετὰς καὶ τὸν τρόπον τῶν τελετῶν καὶ ποίῳ θεῷ ποίας τελετάς. οὗτος δὲ ὁ Ὀρφεύς ἐστιν ὁ λεγόμενος διὰ τῆς λύρας θέλγειν καὶ τὰ ἄψυχα καὶ ἐξημεροῦν τὰ ἄγρια διὰ τῶν κρουσμάτων τῆς λύρας. 39.18 Ὀκτωκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν κολάσεων τοῦ Μίθρου. Τὸν Μίθραν ἄλλοι ἄλλως ἐνόμισαν· οἱ μὲν γὰρ τὸν Ἥλιον, οἱ δὲ τὸν ἔφορον τοῦ πυρός, ἄλλοι δὲ ἰδικήν τινα δύναμιν. γίνονται δὲ τούτῳ τῷ Μίθρᾳ τινὲς τελεταὶ καὶ μάλιστα παρὰ Χαλδαίοις. οἱ δὲ τελούμενοι τῷ Μίθρᾳ κατὰ βαθμόν τινα κολάσεων ἐτελοῦντο. πρότερον γὰρ τὰς ἐλαφροτέρας κολάσεις παρελάμβανον, καὶ