1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

19

Κύρῳ, μηχανᾶται τοιόνδε. κόψας ἑαυτοῦ τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ μάστιξιν ἑαυτὸν ξάνας, δῆθεν αὐτομολεῖ πρὸς τοὺς Βαβυλωνίους, ὡς δεινὰ πεπονθὼς παρὰ τοῦ Κύρου. εἶτα ἀπελθὼν προσποιεῖται εὐνοεῖν τοῖς Βαβυλωνίοις, καὶ ὑποτίθεται αὐτοῖς τινα κατὰ τοῦ Κύρου. καὶ ἁπλῶς πίστιν ἐγγενᾷ τοῖς Βαβυλωνίοις στρατηγήσας ὑπὲρ Βαβυλωνίων καὶ ἀνελὼν πολλοὺς τοῦ Κύρου. συνθεὶς δὲ σύνθημα μετὰ τοῦ Κύρου ἡμέραν ὡρισμένην ἐν ᾗ δεῖ αὐτὸν προσβαλεῖν τῇ Βαβυλῶνι, ἐν ταύτῃ πείθει τοὺς Βαβυλωνίους λαβεῖν τὰς κλεῖς τῶν πυλῶν. εἶτα λαβὼν ἤνοιξε καὶ εἰσήγαγε τοὺς Πέρσας. καὶ οὕτως ἐχειρώθη ἡ Βαβυλών. ταῦτα Ἡρόδοτος ἐν τῇ Τρίτῃ τῶν Ἱστοριῶν μέμνηται. 5.4 Τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Κύρου τοῦ Παρυσάτιδος. ἔστι δὲ αὕτη. ∆αρεῖος ὁ μικρός, ὁ υἱὸς Ξέρξου, γεννᾷ ἐκ τῆς Παρυσάτιδος δύο υἱούς, Κῦρον καὶ Ἀρταξέρξην. ἀποθανόντος δὲ τοῦ ∆αρείου, ἠμφισβήτουν οἱ δύο περὶ τῆς βασιλείας. καὶ τὸν μὲν Ἀρταξέρξην ὡς πρεσβύτερον ἦγεν ὁ χρόνος ἐπὶ τὸ βασιλεῦσαι· τὸν δὲ Κῦρον ὡς νεώτερον καὶ φιλούμενον ἡ μήτηρ προεβάλλετο. ἐπικρατεῖ δὲ ὁ Ἀρταξέρξης διὰ τὸν χρόνον, καὶ βασιλεύει αὐτός. ὁ οὖν Κῦρος μὴ θέλων ὑπείκειν τῷ Ἀρταξέρξῃ αἰτεῖ τὸν ἴδιον ἀδελφὸν δοῦναι αὐτῷ τὴν τῆς Ἀσίας σατραπείαν οἷον ἐπαρχότητα. ὁ δὲ λαβὼν κατῆλθε περὶ τὴν Ἰωνίαν. κἀκεῖσε καθεζόμενος εἰς ἔννοιαν ἐλθὼν πάλιν τῆς βασιλείας, καὶ ὑποπείσας Λακεδαιμονίων ἄνδρας τινὰς καὶ ἄλλους Ἕλληνας ὡς μυρίους, πείθει αὐτοὺς συνακολουθεῖν αὐτῷ. καὶ τούτων συνακολουθούντων ἀνῆλθεν ἄχρι Περσίδος. καὶ συμβολῆς γενομένης μεταξὺ τῶν Ἀρταξέρξου καὶ τῶν Κύρου, νικῶσιν οἱ Κύρου καὶ ταῦτα ὄντες πολὺ ἐλάχιστοι πρὸς τὴν Ἀρταξέρξου στρατιάν. οἱ γὰρ Ἕλληνες ᾔδεισαν καλῶς παρατάττεσθαι, καὶ ὀλίγοι ὄντες τέχνῃ ἐνίκων τοὺς πολλούς. ὁ οὖν Κῦρος ἐπαρθεὶς τῇ πρὸς ὀλίγον νίκῃ ἐφορμᾷ ἀπὸ τῆς αὐτοῦ φάλαγγος ἐπὶ τὴν φάλαγγα Ἀρταξέρξου ὡς δῆθεν αὐτὸν τὸν Ἀρταξέρξην κατασφάξων, καὶ διαφθείρεται μόνος ὤν. καὶ οὕτω τελευτᾷ μὴ βασιλεύσας. ταῦτα Ξενοφῶν ἐν ταῖς Ἑλληνικαῖς μέμνηται. 5.5 Πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Σαμίων τυραννίδος. ἔστι δὲ αὕτη. Ἱστιαῖος Σάμιος μὲν ἦν τὸ γένος, φίλος δὲ γενόμενος ∆αρείου τοῦ Περσῶν βασιλέως, ἐλήφθη ὑπ' αὐτοῦ ἐν Περσίδι. ἐκεῖ δὲ διαιτώμενος, ἐπεθύμει ἰδεῖν τὴν οἰκείαν πατρίδα. μὴ ἀπολυόμενος δέ, γράφει τῷ ἰδίῳ ἀνεψιῷ, τῷ Ἀρισταγόρᾳ, μελετῆσαι ἀπόστασιν. καὶ πείθει καί τινας τῶν Ἰώνων ἀποστῆναι. γράφει δὲ οὕτως· λαβὼν πιστὸν οἰκέτην καὶ τούτου τὴν κεφαλὴν ξυρήσας, ἐγχαράττει τῇ κεφαλῇ ὃ ἐβούλετο δηλῶσαι. εἶτα τὴν χάραξιν μελάνας ἀφίει ἀνενεγκεῖν τὰς τρίχας. καὶ μετὰ τὸ κομάσαι αὐτὸν ἀποπέμπει, λέγων τῷ οἰκέτῃ πάλιν ἐκεῖσε ἀποξυρηθῆναι ἵνα ἀναγνῷ Ἀρισταγόρας τὰ γράμματα. Ἀναγνοὺς τοίνυν ὁ Ἀρισταγόρας καὶ μαθών, ἐποίησε τὴν ἀπόστασιν σχεδὸν πάντων τῶν Ἰώνων. εἶτα μανθάνει ἐν Περ σίδι ὁ βασιλεύς, καὶ σύμβουλος γίνεται τῷ Ἱστιαίῳ ὡς Ἕλληνι τί δεῖ ποιῆσαι. καὶ συμβουλεύεται παρὰ τοῦ Ἱστιαίου αὐτὸν πέμψαι εἰς τὴν Ἀσίαν, ὡς ἱκανὸν ὄντα διαλῦσαι τὰ περὶ τῆς ἀποστάσεως. ἐλθὼν οὖν ὁ Ἱστιαῖος ἐν τῇ Ἀσίᾳ καὶ ὡς ὕποπτος γενόμενος ὅλου τοῦ πράγματος, παρὰ τοῦ Ἀρταφέρνου τοῦ ὑπάρχου Σάρδεων ἤκουσε ταῦτα· Τοῦτο τὸ ὑπόδημα ἔρραψε μὲν Ἱστιαῖος, ὑπεδήσατο δὲ Ἀρισταγόρας. ὑπόδημα δὲ τὴν ὅλην κατασκευὴν ἔλεγεν. ταῦτα Ἡρόδοτος λέγει ἐν τῇ Ἕκτῃ. 5.6 Ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τῶν ἑκατονταχειρῶν. Αὕτη δὲ ἡμῖν εἴρηται ἐν ταῖς ἱστορίαις τοῦ Πρώτου Λόγου, ὅτι γεγόνασι δύο τινές, ὁ Κόττος καὶ ὁ Βριάρεως, ἔχοντες ἑκατὸν χεῖρας. καὶ οὗτοι μετὰ τῶν θεῶν ἐπολέμησαν πρὸς τοὺς Γίγαντας. 5.7 Ἑβδόμη ἐστὶν ἱστορία ἡ κατὰ τὰς ἀμπώτιδας. ἔστι δὲ αὕτη. Ἄμπωτις, ὡς ἤδη ἡμῖν εἴρηται, ἐναντία ἐστὶ τῇ ῥαχίᾳ. ταῦτα δὲ πάθη ἐστὶ θαλάσσης στενῆς περικλειομένης ἢ ὑπὸ νήσων ἢ ὑπὸ γαιῶν. ἄμπωτις δέ ἐστιν οἱονεὶ ἀνάποσις καὶ ἀναρρόφησις, ὑποστελλομένου τοῦ ὕδατος εἰς μυχούς τινας τῆς ὑποκειμένης γῆς, καὶ μετ' ὀλίγον πάλιν ἐκφοιτῶντος τοῦ ὕδατος. τὸ μὲν οὖν ὑποσταλῆναι τὸ ὕδωρ ἔσω εἰς τὰ κοῖλα τῆς γῆς λέγεται ἄμπωτις, τὸ δὲ πάλιν ἐκρεῦσαι τοῦτο καλεῖται