1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

23

Κερδῴου θεοῦ. Καὶ εἴρηται μὲν καὶ ἐν τῷ Πρώτῳ Λόγῳ, καὶ νῦν δὲ ῥηθήσεται, ὅτι τὸν Ἑρμῆν οἱ Ἕλληνες ἔφορον ἔλεγον εἶναι τοῦ κέρδους, διὸ καὶ μαρσίππιον αὐτὸν ποιοῦσι βαστάζειν, καὶ ἔφορον τοῦ λόγου καὶ τῆς κλοπῆς. καλοῦσιν οὖν αὐτὸν Κερδῷον καὶ Λόγιον καὶ Ἄγγελον καὶ Κλῶπα καὶ εἴ τι τοιοῦτο. 5.27 Εἰκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τῆς τιμῆς τῶν Αἰγυπτίων τῆς γινομένης τῷ Νείλῳ. Περὶ δὲ ταύτης Ἡρόδοτος οὐδὲν λέγει· ἀνέγνων δὲ παρ' Ἀρισταινέτῳ τῷ ἱστορικῷ, ὃς ἱστορεῖ ὅτι ἑορτάζουσιν Αἰγύπτιοι τῷ Νείλῳ ἑορτὴν πανδημεὶ πάντες καὶ πᾶσαι ἐρχόμενοι περὶ τὰ θέατρα τῶν πόλεων, κἀκεῖσε θοινῶνται ἕκαστος ὃ ἔχει καὶ ἑκάστη ὃ ἔχει. χορούς τε συστησάμενοι ᾄδουσι τῷ Νείλῳ ᾠδὰς ἃς τῷ ∆ιὶ ᾄδουσιν ὡς τοῦ Νείλου τὸ τοῦ ∆ιὸς ἔργον ποιοῦντος καὶ ἄρδοντος τὴν χώραν. ἀνδρογύνων δὲ δοκεῖ λέγειν τιμὰς τὸ πανδημεὶ τοὺς ἄρρενας μετὰ τῶν γυναικῶν ἐκβακχεύεσθαι καὶ πολλάκις ὡς ἐν μέθῃ καὶ ἀσελγαίνειν. 5.28 Εἰκοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ κατὰ τὰς Ἴσεις καὶ τοὺς Μένδητας. ἔστι δὲ αὕτη. Ἡ Ἶσις τιμᾶται παρὰ τοῖς Αἰγυπτίοις, καὶ μεγάλως τιμᾶται. λέγεται δὲ αὕτη εἶναι ἡ Ἰώ, ἡ ἁρπασθεῖσα παρὰ τοῦ ∆ιὸς ἐκ τοῦ Ἄργους καὶ μεταβληθεῖσα εἰς βοῦν. κέρατα γὰρ περὶ τὴν κεφαλὴν ποιοῦσιν τοῦ ἀγάλματος. ὡς εἶπον δέ, τῶν πάνυ τιμωμένων ἦν παρ' Αἰγυπτίοις. Ἡ δὲ περὶ τοὺς Μενδησίους ἐστὶν αὕτη. τὸν Πᾶνα Μένδητα καλοῦσιν οἱ Αἰγύπτιοι διὰ τὸ καὶ τὸν τράγον μένδητα καλεῖν. ὁδὲ Πὰν τραγοπρόσωπός ἐστι. σέβονται οὖν οὕτω τὸν Μένδητα τοῦτον, ἤτοι τὸν Πᾶνα, ὥστε μήδε γεύεσθαι αἰγῶν διὰ τὸ τὸ εἶδος τῶν αἰγῶν ἔχειν τὸν αὐτῶν θεόν. Οἱ δὲ Ἄπιδες βοῦς εἰσι τιμώμενοι παρὰ τοῖς Αἰγυπτίοις. ἐτίκτοντο δὲ οὗτοι καθαροί τινες ἐν τῷ πρὶν χρόνῳ, καὶ σημεῖον εἶχόν τι, ὃ ἐδήλου αὐτοὺς εἶναι Ἄπιδας. ἐγεννῶντο δὲ διὰ χρόνου πολλοῦ. ἐπὰν δὲ ἐγεννήθη, ἑορτὴν μεγάλην ἦγον οἱ Αἰγύπτιοι καὶ ἱερεῖς τινες περὶ τὸν γεννηθέντα βοῦν, οἵτινες ἱεροῦντο τούτῳ τῷ βοΐ. Τὸ δὲ γράφειν θηρία ἀλλόκοτα καὶ σύνθετα, τοῦτο λέγει ὃ καὶ εἶδον ἐγὼ κατὰ τὴν Ἀλεξάνδρειαν, ἀγαλμάτια μικρὰ ἔχοντα κεφαλὴν κυνός, καὶ παραφυομένην κεφαλὴν ἕτεραν αἰλούρου καὶ ἕτεραν ἱέρακος. καὶ ἐσέβοντο ταῦτα οἱ Ἕλληνες, καὶ ἐν εἰκόσιν ἐνέγραφον. οὐ μόνον δὲ τοιαύτην φύσιν ἐνέγραφον, ἀλλὰ καὶ ἄλλα θηρία ἄμορφά τινα ἃ ἐσέβοντο οἱ Αἰγύπτιοι. 5.29 Εἰκοστὴ ἐνατή ἐστιν ἱστορία ἡ περὶ τὸν Πᾶνα καὶ τὸν Πρίαπον. ἡ περὶ τὸν Πᾶνα ἱστορία αὕτη ἐστίν. Λέγεται ὅτι ὅτε οἱ μνηστῆρες τῇ Πηνελόπῃ, τῇ τοῦ Ὀδυσσέως γυναικί, παρέμενον, συνεμίγησαν αὐτῇ πάντες, καὶ ἐγεννήθη ὁ Πάν. Πὰν δὲ ἐκλήθη ἐπειδὴ ἀπὸ πάντων τῶν μνηστήρων συνελήφθη. λέγουσι δὲ Αἰγύπτιοι αὐτῆς τῆς μίξεως εἶναι ἔφορον τὸν Πᾶνα, ἔνθεν καὶ τραγοσκελῆ αὐτὸν ποιοῦσι, διὰ τὸ κατωφερῆ εἶναι τὸν τράγον, ὃν καλοῦσιν Αἰγύπτιοι Μένδητα. Ἡ δὲ περὶ τὸν Πρίαπόν ἐστιν αὕτη. λέγεται μετὰ τὸ ἀνελθεῖν τὴν Ἀφροδίτην ἐκ τῆς Αἰθιοπίας κάλλος ἀμέτρητον ἐπιφέρεσθαι, ὥστε καὶ αὐτὸν τὸν ∆ία ἐρασθῆναι αὐτῆς. καὶ συγγενόμενος αὐτῇ, ζῆλον ἄπειρον τῇ Ἥρᾳ κατέλιπεν. εὐθὺς οὖν ἡ Ἥρα τὸ μέλλον προσκοπήσασα, καὶ ὅτι ἤμελλε τὸ ἐκ ταύτης τικτόμενον βρέφος κάλλει ὑπερφέρον κατακρατῆσαι πάντων τῶν ἐκ ∆ιὸς τεχθέντων, προλαβοῦσα ἥψατο τῆς κοιλίας τῆς Ἀφροδίτης, καὶ παρεσκεύασε τὸ βρέφος κακόσεμνον τεχθῆναι. τεχθέντος οὖν τοῦ βρέφους ἀμόρφου, καὶ ἑωρακυῖα ἡ μήτηρ ὅτι μέλλει τὸ τέχθεν πλεῖστον αὐτῇ ψόγον ἐπιφέρειν κακόπλαστον ὄν, λαβοῦσα ἔρριψεν εἰς ὄρος. περιτυχὼν δὲ τούτῳ τις ποιμὴν ἔλαβεν αὐτὸ καὶ ἀνέτρεφεν. καὶ ὡς πρὸς εὐκαρπίαν τῆς γῆς νομίσας εἶναι τὸ ἐκείνῳ ὑπάρχον πάθος (λέγω δὴ τὸ τοῦ αἰδοίου) λαβὼν ἱδρύσατο καὶ ἐτίμησε καὶ ὠνόμασε Πρίαπον, δηλῶν κατὰ τὴν τῶν Ἰταλῶν γλῶσσαν τὸν ἐκ πλάνης τοὺς ἐν πλάνῃ καὶ ἐρημίᾳ σῴζοντα. καὶ ἐξ ἐκείνου λέγεται παρὰ τοῖς ποιμέσι τιμᾶσθαι. 5.30 Τριακοστή ἐστιν ἱστορία ἡ περὶ τῶν κεκομμένων καὶ διεσπασμένων θεῶν. Ἐμοὶ δὲ δοκεῖ αὕτη περὶ τῶν Τιτάνων εἶναι καὶ τοῦ ∆ιονύσου. ἔστι δὲ αὕτη. Περσεφόνη γεννᾷ τὸν Ζαγρέα ∆ιόνυσον, ἐκ τοῦ ∆ιὸς συλλαβοῦσα αὐτόν. τοῦτον γεννηθέντα οἱ Τιτᾶνες (δαιμονίων δὲ τάξεις αὗται)