1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

4

ἱστορία τὸ Κλεομβρότου πήδημα. ἔστι δὲ αὕτη. Κλεόμβροτος Ἀμβρακιώτης τὸ γένος (πόλις δὲ αὕτη τῆς παλαίας Ἠπείρου). ἐντυχὼν οὗτος τῷ Φαίδωνι, τῷ περὶ ψυχῆς διαλόγῳ Πλάτωνος, καὶ μαθὼν ὡς ἄμεινόν ἐστι τῇ ψυχῇ ὁ χωρισμὸς τοῦ σώματος, ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τείχους καὶ τέθνηκεν, ἵνα δῆθεν ἡ ψυχὴ αὐτοῦ ἐξελθοῦσα χωρισθῇ τοῦ σώματος. 4.17 Ἑπτακαιδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς Πυθαγορικοὺς κυάμους. ἔστι δὲ αὕτη. Πυθαγόρειοι γένος φιλοσόφων ἐκ Πυθαγόρου τοῦ Σαμίου. οὗτοι δι' αἰνιγμάτων τὰ τῆς φιλοσοφίας ἐμάνθανον δόγματα. παρεδίδοτο δὲ μετὰ τὰ ἄλλα καὶ τοῦτο τὸ αἴνιγμα, Κυάμους μὴ ἐσθίειν. τουτέστι, μὴ προδιδόντας τὸ δίκαιον δωροδοκεῖσθαι χρήμασιν. οἱ γὰρ Ἀθήνῃσι πάλαι δικασταὶ ἀντὶ ψήφων κυάμοις ἐχρῶντο πρὸς κατάκρισιν ἐν τοῖς δικαστηρίοις. φησὶν οὖν ἐκ τῶν κυάμων τῶν ἐκ τοῦ δικαστηρίου μὴ δεῖν ἐσθίειν. 4.18 Ὀκτωκαιδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν θάνατον Θεανοῦς τῆς Πυθαγορείας. ἔστι δὲ αὕτη. Αὕτη ὑπὸ τυράννου συνεσχέθη ἐπὶ τὸ εἰπεῖν τῆς πατρίδος τὰ ἀπόρρητα. αὕτη, τὴν γλῶτταν ἀποδακοῦσα, ἐνέπτυσε τῷ τυράννῳ, μὴ θέλουσα, καὶ ἀναγκαζομένη, ἐξειπεῖν, ἀφαιρεθέντος τοῦ ὀργάνου τῆς φωνῆς. 4.19 Ἐννεακαιδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ἐπαμινώνδαν καὶ τὸν Σκιπίωνα. ἔστι δὲ αὕτη. Ὁ Ἐπαμινώνδας τὸ γένος ἦν Θηβαῖος, στρατηγὸς μέγιστος, στρατηγήσας ἐν τῷ Λευκτρικῷ πολέμῳ, μαθητὴς γενόμενος Φιλολάου τοῦ Πυθαγορείου. οὗτος πολεμῶν ἐνεκρατεύετο πάνυ καὶ ἀπὸ βρωμάτων καὶ ἀπὸ ἀφροδισίων καὶ πάσης ἡδυπαθείας, διὸ καὶ μέγιστα κατὰ Λακεδαιμονίων ἔστησε τρόπαια. Ὁ δὲ Σκιπίων καὶ αὐτὸς στρατηγὸς Ῥωμαίων, ὅμοιος κατὰ τὴν δίαιταν καὶ τὸ ἦθος τῷ Ἐπαμινώνδᾳ. ἠρίστευσε καὶ αὐτὸς ἐν τῷ πρὸς Καρχηδονίους πολέμῳ, ὃς ἐκ τῆς νίκης τοῦ ἔθνους τὴν ἐπωνυμίαν ἔλαβε καὶ ἐκλήθη Σκιπίων Ἀφρικανός. Καρχηδόνιοι δὲ οἱ Ἀφροί. 4.20 Εἰκοστή ἐστιν ἱστορία ἡ κατὰ τοὺς ἀνιπτόποδας καὶ χαμαιεύνας. ἔστι δὲ αὕτη. Παρ' Ὁμήρῳ τῷ ποιητῇ Σελλοὶ ἔθνος ∆ωδωναίων. ἐκ τούτων ἱερεῖς τῆς φηγοῦ προεβάλλοντο. ἐν ταύτῃ δὲ τῇ φηγῷ μαντεῖον ἦν τοῦ ∆ιός, ἡ καλουμένη ∆ωδωναία δρῦς. οὗτοι οὖν οἱ ἱερεῖς, οἷα θεοῦ ὄντες θεραπευταὶ ἁγνεύοντες, οὔτε ἐλούοντο οὔτε ἐν κλίνῃ ἐκάθευδον, ἀλλὰ χαμαί, ὥς φησιν ὁ ποιητὴς ἐν τούτῳ τῷ ἔπει· ... ἀμφὶ δὲ Σελλοί σοι ναίουσ' ὑποφῆται, ἀνιπτόποδες, χαμαιεῦναι. 4.21 Εἰκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Σόλωνος ἀπληστίαν. ἔστι δὲ αὕτη. Σόλων νομοθέτης ἦν Ἀθηναίων. οὗτος αἰτούμενος νομοθετῆσαι τοὺς νόμους, ἀπῄτησε τοὺς πολίτας ὅρκον ὅτι δὴ δεκαετίαν μένουσι καὶ στέργουσι τοὺς παρ' αὐτοῦ τιθεμένους νόμους, καὶ λοιπόν, εἰ μὴ συναρέσωσιν αὐτοῖς, τὸ τηνικάδε λύουσιν. τοῦτο δὲ ἐποίησεν ἵνα τέως προσεθίσῃ αὐτοὺς ἐμμεῖναι ἐπ' ὀλίγον χρόνον τοῖς δόγμασιν. ᾔδει γὰρ ὡς εἰ γεύσονται τῆς νομοθεσίας, λοιπὸν δυσμεταθέτως σχήσουσιν αὐτῆς. λαβὼν τοίνυν ὁ Σόλων τὸν ὅρκον παρὰ τῶ Ἀθηναίων καὶ νομοθετήσας αὐτοῖς, ἐξῆλθεν ἀπὸ Ἀθηνῶν, ὀφείλων τὴν δεκαετίαν ἔξω ποιῆσαι. περιπολῶν οὖν τὰς πόλεις ἦλθε καὶ εἰς Λυδίαν παρὰ Κροῖσον τὸν βασιλέα. ὃν ἐλθόντα ὁ Κροῖσος εἰς θαῦμα θέλων κινῆσαι, ἔπεμψεν εἰς τοὺς θησαυροὺς αὐτοῦ, δεικνὺς αὐτῷ ὡς πολύχρυσος Κροῖσος. ἐπανήκοντα δὲ ἀπὸ τῶν θησαυρῶν τὸν Σόλωνα ἤρετο ὁ Κροῖσος τίνα νομίζοι εὐδαιμονέστερον πάντων ἀνθρώπων, ὑπολαμβάνων ὅτι δὴ αὐτὸν πρὸ πάντων εἴποι. ὁ δὲ Σόλων ἀπεκρίνατο Τέλλον τὸν Ἀθηναῖον. ὡρίζετο γὰρ ὁ Σόλων οὐ τὸν πλοῦτον καὶ τὴν περιφάνειαν εὐδαιμονίαν, ἀλλὰ τὸν ἀπαθῶς ζήσαντα, ἀποθανόντα δὲ ἀριστεύσαντα. Νῦν οὖν ἄπληστον καλεῖ τὸν Σόλωνα, ὡς πλείονα πλοῦτον τοῦ Λυδίου χρυσοῦ ὀρεγόμενον θεάσασθαι. καὶ ὁ πλοῦτος δὲ εὐδαιμονία τις περὶ τὰ ἐκτός. τρεῖς δὲ εὐδαιμονίας οἶδεν ὁ λόγος, τὴν ἐν ψυχῇ ἀπάθειαν, τὴν ἐν σώματι ὑγίειαν, τὴν περὶ τὰ ἐκτὸς πολυτέλειαν. ἐχρῆν οὖν τὸν Σόλωνα προσθεῖναι ὅτι, Εἰ καὶ τῇ ψυχῇ ᾖς ἄριστος, ἱκανός σοι καὶ ὁ πλοῦτος πρὸς τὴν περὶ τὰ ἐκτὸς εὐδαιμονίαν. 4.22 Εἰκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ κατὰ τὴν Σωκράτους φιλοκαλίαν. Ὁ Σωκράτης, φιλόσοφος ὤν, περιῆγε τὴν ἀγοράν, καὶ τὰ