1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

28

τί δὲ ὁ κεραυνὸς προσκυνεῖται; ὅτι κατέφλεξε τὴν Σεμέλην. Τὸ δὲ Ὥσπερ ἄλλο τι κεφαλὴ πρότερον, ἑτέρα μέν ἐστιν ἱστορία, ἐπειδὴ δὲ ἐμπέπλεκται ταύτῃ ἀναγκαῖόν ἐστι καὶ αὐτὴν ἐξηγήσασθαι. Ἡ κεφαλὴ τοῦ ∆ιὸς γέγονε κεφαλὴ ὠδίνων, ὥσπερ καὶ ὁ μηρὸς αὐτοῦ γέγονε μηρὸς ὠδίνων ἥνικα ἔρραψε τὸν ∆ιόνυσον. ποτὲ οὖν γέγονεν ἡ κεφαλὴ αὐτοῦ κεφαλὴ ὠδίνων ὅτε ἐν αὐτῇ εἶχε τὴν Ἀθηνᾶν. λέγεται γὰρ ὅτι ἡ Ἀθηνᾶ ἐκ τῆς κεφαλῆς τοῦ ∆ιὸς ἐγεννήθη. ἐκεῖ γὰρ αὐτὴν ὤδινεν ὁ Ζεύς, καὶ λαβὼν παρὰ τοῦ Ἡφαίστου μετὰ ἀξίνης κατὰ τῆς κεφαλῆς ὁ Ζεὺς ἔτεκεν ἐξ αὐτῆς τὴν Ἀθηνᾶν. 39.5 Πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Ἀφροδίτης καὶ τῶν αἰσχρῶν αὐτῆς μυστηρίων. Λέγεται γὰρ ὅτι ἐκ τῶν αἰδοίων τοῦ Οὐρανοῦ ἔσχε τὴν γέννησιν ἡ Ἀφροδίτη. ὁ γὰρ Κρόνος, φησίν, ὁ υἱὸς τοῦ Οὐρανοῦ, λαβὼν τὸ δρέπανον ἀπέκοψε τοῦ ἰδίου πατρὸς τὰ αἰδοῖα καὶ ἔρριψεν εἰς τὴν θάλασσαν. καὶ ταῦτα τὰ αἰδοῖα πεσόντα καὶ ἀφρὸν συνάξαντα ἀπεκύησαν τὴν Ἀφροδίτην, διὸ καὶ Ἀφροδίτη καλεῖται, ὡς ἐκ τοῦ ἀφροῦ καὶ τῆς καταδύσεως γενομένη. διὸ εἶπεν Αἰσχρῶς γεννωμένης καὶ τιμωμένης. ὁμοίως γὰρ καὶ αἱ τιμαὶ αἱ περὶ αὐτὴν καὶ αἱ ἑορταὶ δι' αἰσχρουργίας καὶ ἡδυπαθείας καὶ πορνείας ἐτελοῦντο, ὡς καὶ τῆς πορνείας αὐτῆς ἐφόρου τῆς Ἀφροδίτης. 39.6 Ἕκτη ἐστὶν ἱστορία Οὐδὲ φαλλοί τινες καὶ ἰθύφαλλοι. ἔστι δὲ σαφὴς αὕτη. Ἐν τῇ ἑορτῇ τοῦ ∆ιονύσου φαλλοὺς δερματίνους ἐσχηματισμένους εἰς αἰδοῖα ἀνδρὸς περιετίθεσαν οἱ Ἕλληνες ἑαυτοῖς εἰς τιμὴν τοῦ θεοῦ. καί τινας μὲν τῶν φαλλῶν ἀπήρτων ἀπὸ τοῦ τραχήλου τοῦ ἑαυτῶν, ἄλλους δὲ περὶ τὴν ὀσφῦν ἰθυτενῶς περιεδέσμουν, μιμουμένους αἰδοῖον ὄρθιον, οὓς καὶ ἰθυφάλλους ἐκάλουν, ὡς εἶναι τῶν φαλλῶν, τοὺς μὲν ἰθυφάλλους, τοὺς δὲ πλαγιοφάλλους. τοῦτο δὲ ἐποίουν τιμῶντες τὸν ἐραστὴν τοῦ ∆ιονύσου. λέγεται γὰρ ὅτι ἠράσθη μειράκιον τοῦ ∆ιονύσου, εἶτα τοῦτο πρὶν ἐπιτύχοι τῆς ἀσελγείας ποντισθὲν περὶ τὴν Λέρνην ἀπέθανεν. ὁ οὖν ∆ιόνυσος ἀφοσιώσασθαι βουλόμενος τὸν ἔρωτα τοῦ ἀποθανόντος μειρακίου, σύκινον αἰδοῖον πελεκήσας περιῆψεν εἰς τὸν ἑαυτοῦ τράχηλον, καὶ οὕτως περιῄει. καὶ ἐκ τούτου τιμῶντες τὸν ∆ιόνυσον οἱ Ἕλληνες τοὺς φαλλοὺς περιετίθεσαν ἑαυτοῖς. 39.7 Ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τῆς τῶν Ταύρων ξενοκτονίας. ἔστιν δὲ αὕτη. Ταῦροι ἔθνος Σκυθικόν, ἔνθα ἦν ἱερὸν τῆς Ἀρτέμιδος, εἰς ὂ ἦν ἱέρεια ἡ Ἰφιγένεια ἡ θυγάτηρ τοῦ Ἀγαμέμνονος. ἐν τούτῳ τῷ ἱερῷ πάντα ἄνθρωπον ἐπιδημοῦντα ξένον ἔθυον τῇ Ἀρτέμιδι. καὶ περὶ ταύτης τῆς ἱστορίας ἐν ταῖς ἱστορίαις τῶν Στηλιτευτικῶν σαφῶς εἴπομεν. 39.8 Ὀγδόη ἐστὶν ἱστορία τὸ τῶν Λακωνικῶν ἐφήβων ἐπιβώμιον αἷμα. ἔστι δὲ αὕτη. Οἱ Λακεδαιμόνιοι πρὸς καρτερίαν γυμναζόμενοι ἑορτὴν ἐποίουν ἐν ᾗ ἐμάστιζον ἀλλήλους. καὶ ἀνδρείαν τινὰ ἐκ τούτου ἐπαιδεύοντο ἵνα καρτερικῶς ἔχοιεν περὶ τοὺς πολέμους. ἐτίμων δὲ οἱ Λάκωνες ἐν τῇ ἑορτῇ τῶν μαστίγων τὴν Ἄρτεμιν. ταύτην γὰρ λέγει παρθένον θεόν. καρτερικὴ γὰρ καὶ ὑπεράνω πάσης δειλίας καὶ ἐμπαθείας. Μαλακίαν δὲ λέγει τετιμηκέναι τοὺς Λάκωνας, ἢ ὅτι ἐποίουν καί τινα ἑορτήντὰ συσσίτια δὴ λέγωἐν ᾗ κοινῶς πάντες ἤσθιον καὶ εὐωχοῦντο καὶ ἐθηλύνοντο, ἢ ὅτι κἀκεῖ ἐπενέμετο τὸ τῆς παιδεραστίας πάθος, ὥσπερ ἔχομεν περὶ τοῦ Παυσανίου καὶ τοῦ Ἀργιλίου, ὅτι παιδικὰ ἦν ποτε ὁ Ἀργίλιος τοῦ Παυσανίου. τὸ δὲ Θρασύτητα ἐσεβάσθησαν, περὶ τῆς καρτερίας καὶ τῆς ἀνδρείας ὁ λόγος ἦν. 39.9 Ἐνάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Πέλοπος κρεουργίας. ἔστι δὲ αὕτη. Ὁ Πέλοψ Ταντάλου ὑπῆρχεν υἱός. τούτῳ οὖν τῷ Ταντάλῳ ἐπεξενώθησαν οἱ θεοί. ὁ οὖν Τάνταλος βουλόμενος αὐτοὺς ξενίσαι, ἔθυσε τὸν υἱὸν αὐτοῦ, καὶ ἑψήσας παρέθετο αὐτοῖς. οἱ δὲ θεοὶ θαυμάσαντες ἅμα καὶ ἐλεήσαντες τὸν Τάνταλον, συναγαγόντες τὰ κρέα συνέθηκαν τὸν Πέλοπα. καὶ ἀνεβίω καὶ εὑρέθη ζῶν. εἷς δὲ τῶν θεῶν ἐκ τοῦ ὤμου φαγὼν ἐκ τῶν κρεῶν τοῦ Πέλοπος, ἐν τῇ συνθέσει τοῦ σώματος ἐλεφάντινόν τι ἐνέθηκε κατὰ τοῦ ὤμου. καὶ οὕτως ἦν ὁ Πέλοψ ἀναβιώσας, ἔχων τὸν ὦμον ἐλεφάντινον. καὶ πάντες οἱ Πελοπίδαι ἐκ τοῦ ὤμου ἐγινώσκοντο. εἶχον γὰρ οἱ ἀπόγονοι τὸ μέρος τοῦ ὤμου