1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

1

De pseudoprophetis

Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐῤῥήθη δὲ μέλλοντος

αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος. 59.553 αʹ. Ὀδυνηρὸς ὁ λόγος, καθότι καὶ ἔσχατος, ὥς μοι δεδήλωται, ἀλλὰ καὶ πολλῆς χαρᾶς γέμων. Ὀδυνηρὸς μὲν, ὅτι οὐκ ἔτι λαλήσω πρὸς ὑμᾶς· πολλῆς δὲ χαρᾶς γέμων, ὅτι ἐφέστηκέν μου ὁ καιρὸς εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναί με· καὶ καθὼς εἶπεν ὁ Κύριος, Οὐκέτι λαλήσω μεθ' ὑμῶν. Ἔτι δὲ νῦν λαλήσω ἐν ὀδύνῃ καρδίας περὶ τῶν ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, περὶ ὧν ὁ Ἀπόστολος ἔλεγε· Πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι· περὶ ὧν πολλάκις ὑμᾶς ὑπέμνησα. Πολλοὺς γὰρ λόγους ἐποιησάμην χάριτι Χριστοῦ, ὡς καὶ ἐπίστασθε φιλόθεοι· καὶ σχεδὸν ἐν ἑκάστῳ λόγῳ περὶ τούτων ὑπεμνήσαμεν, εἰ ἄρα μέμνησθε τῶν χθὲς εἰρημένων· οἶδα δὲ ὅτι μέμνησθε, καὶ μάλιστα οἱ φιλόπονοι, καὶ φιλόβιβλοι, καὶ φιλόχριστοι. Ὁ γὰρ φιλόβιβλος δικαίως ἂν ἐκλήθη φιλόχριστος, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ∆εσπότου, ὅτι Ὁ ἀγαπῶν με, τοὺς λόγους μου τηρεῖ· Ὁ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου. Ὁ ἀγαπῶν με, ἐν τῷ νόμῳ μελετήσει ἡμέρας καὶ νυκτός· δηλονότι ἐν Εὐαγγελίῳ καὶ ἐν ταῖς λοιπαῖς Γραφαῖς. Ὁ γὰρ τοιοῦτος ἀνεξάλειπτον ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ τὴν τοῦ Θεοῦ μνήμην· ἀπεκδεχόμενος αὐτὸν ἐκ τῶν οὐρανῶν, ἀεὶ τηρεῖ τὴν ὥραν τῆς αὐτοῦ παρουσίας. Πάντοτε ἐν χερσὶν αὐτοῦ κατέχων τὰς ἱερὰς βίβλους, οὐκ ἐπιλήσεται ἐκείνων τῶν φοβερῶν βιβλίων, περὶ ὧν γέγραπται· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ὅρα πόσον κέρδος ἐστὶ τοῦ ἐρευνᾷν τὰς Γραφὰς, καθὼς πολλάκις ἠκούσατε. Τί δέ ἐστιν, ὃ λέγομεν; Ὅτι οὐδὲν ἔλειπεν, οὐδὲ παρεσιώπησε τῶν συμφερόντων ἡμῖν ἡ θεία Γραφὴ, ἀλλὰ πανταχοῦ κράζει, διά τε προφητῶν καὶ ἀποστόλων, προαναφωνοῦσα καὶ προασφαλιζομένη ἕκαστον ὡς μήτηρ φιλότεκνος τὰ ἴδια τέκνα φιλοῦσα, προμαρτυρεῖται· καὶ ὑπομιμνήσκει περὶ τῶν παρῳχηκότων καὶ περὶ τῶν 59.554 ἐνεστώτων, καὶ περὶ τῶν μελλόντων, μηδὲν παριδοῦσα, ὡς προείρηται, τῶν ἡμῖν συμφερόντων· καὶ τοῦτο οὐκ ἐν κρυπτῷ λαλοῦσα, οὐδὲ μικροφωνοῦσα, ἀλλὰ πανταχοῦ πόνῳ καὶ δυνάμει κράζουσα διά τε νόμου, καὶ προφητῶν, καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ ∆εσπότου. ∆ιὰ μὲν γὰρ Ἡσαΐου τοῦ προφήτου λέγει· Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου· καὶ πάλιν λέγει, Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών· καὶ προϊὼν λέγει, Ὑψώσατε, μὴ φοβεῖσθε. Καὶ πάλιν ∆αυῒδ λέγει· Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. Ἰωάννης δὲ ὁ θεολόγος ἐν τῇ καθολικῇ αὐτοῦ Ἐπιστολῇ λέγει· Βλέπετε ἑαυτούς. Παῦλος δὲ τί; Βλέπετε πῶς περιπατεῖτε· ὁ δὲ Κύριος, Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. Καὶ ἀλλαχοῦ ὁ Εὐαγγελιστὴς περὶ αὐτοῦ, ὅτι Ἕστηκε, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁρᾷς πόσος ἀγὼν, πόση σπουδὴ, πῶς παῤῥησίᾳ κράζει, καὶ οὐδεὶς ὁ συνιών; Καὶ πάλιν ὁ μακάριος Παῦλος λέγει· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, Βλέπετε τὴν κατατομήν. Βλέπετε πῶς περιπατεῖτε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Καὶ Ἰωάννης· Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε, ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Καὶ πολλά ἐστι τοιαῦτα ἐν ταῖς θείαις