1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

3

ἀπώλεια. Τί οὖν εἴπω πρῶτον; περὶ τῆς συντελείας ἡμῶν; ἢ τῶν ἀθέων αἱρετικῶν στηλιτεύσω τὰ βέβηλα δόγματα; Εἰ καιρὸς ἦν, εἶχον ἂν θριαμβεῦσαι καὶ δημοσιεῦσαι αὐτῶν τὰ βέβηλα δόγματα, καὶ τὰ ἄθεσμα πράγματα· ἀλλὰ μέγας ἐστὶν ὁ ἀγὼν, καὶ πολὺς ὁ λόγος, τὰ τούτων γυμνῶσαι καὶ θριαμβεῦσαι ἀκάθαρτα δόγματα. Πλὴν πρὸς τὸ παρὸν ἀναγκαῖόν ἐστι παραστῆσαι ἐκ τῶν ἁγίων Γραφῶν τούτους ὡς ἐχθροὺς τοῦ Χριστοῦ, καὶ λύκους τῆς αὐτοῦ ποίμνης, πανταχοῦ ἐλαυνομένους, καὶ ἐκβαλλομένους τῶν Χριστοῦ προβάτων. ∆ιὸ καὶ λύκοι δικαίως ἐκλήθησαν ὑπὸ τῶν προφητῶν, καὶ αὐτοῦ τοῦ ∆εσπότου, καὶ τῶν μακαρίων ἀποστόλων· καὶ οὐ μόνον λύκοι, ἀλλὰ καὶ λοιμοὶ, καὶ ἀσεβεῖς, καὶ ἀντίδικοι, καὶ ἐχθροὶ, καὶ ἐπίβουλοι, καὶ βλάσφημοι, καὶ ὑποκριταὶ, καὶ κλέπται, καὶ λῃσταὶ, καὶ βδελυκτοὶ, καὶ ψευδοπροφῆται, καὶ ψευδοδιδάσκαλοι, καὶ ὁδηγοὶ τυφλοὶ, καὶ πλανῆται, καὶ πονηροὶ, καὶ ἀντίχριστοι, καὶ σκάνδαλα, καὶ υἱοὶ τοῦ πονηροῦ, καὶ ζιζάνια, καὶ ἄθεοι, καὶ πνευματομάχοι, οἱ βλασφημήσαντες τὸ 59.556 Πνεῦμα τῆς χάριτος· οἷς οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι· ∆ι' οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. Πρὸς δὲ τούτοις καὶ τέκνα τοῦ πονηροῦ διαβόλου, καθώς φησιν ὁ θεολόγος· Φανερά ἐστι τὰ τέκνα τοῦ διαβόλου. ∆εῖ οὖν πρῶτον περὶ τούτων ἀσχοληθῆναι, καὶ τότε περὶ τῆς συντελείας λαλῆσαι. Ἐπεὶ οὖν εἰς ἡμᾶς τὰ τέλη τῶν αἰώνων ἔφθασεν, ὡς λέγει ὁ Ἀπόστολος, καὶ ἀνέστησαν οἱ χαλεποὶ καιροὶ, καὶ ἡ ἀνομία ἐπληθύνθη, καὶ ἡ ἀγάπη τῶν πολλῶν ἐψύγη, καὶ οἱ πλανῶντες πολλοὶ, καὶ οἱ πλανώμενοι πλείονες· φέρε οὖν ἀναπτύξωμεν τὰς ἱερὰς βίβλους, ἐν αἷς εὑρόντες τὴν ὁδὸν τῆς ἀληθείας, βαδίζωμεν, ἀνατρέχοντες ἐπὶ τὰ ἅγια ὄρη, προφήτας λέγω καὶ ἀποστόλους, ὅπως μὴ πλανηθῶμεν, καὶ Περιφερώμεθα ἐν παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Μὴ κάτω μείνωμεν, ἀλλὰ συνανέλθωμεν τοῖς ἁγίοις μαθηταῖς ἐπὶ τὸ ὄρος τὸ μακάριον, καὶ ἀκούσωμεν τοῦ ἡμετέρου ποιμένος λέγοντος· Βλέπετε μὴ πλανηθῆτε· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πανταχοῦ βλέπετε. Καὶ Ἰωάννης ὅμοια λέγει· Ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε· καὶ Παῦλος, Βλέπετε τοὺς κύνας· Βλέπετε πῶς περιπατεῖτε. Τὸ δὲ, Βλέπετε, καὶ Βλέπετε, οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ πρὸς ὑμετέραν ἀσφάλειαν εἰρημένον περὶ τῶν πλανώντων τῷ κωδίῳ, καὶ τὸν λύκον ὑποκρυπτόντων καὶ ἀπατώντων τοὺς ἀμελεστέρους. Πάνυ δὲ ἀναγκαίως πανταχοῦ εἴρηται ἐν ταῖς Γραφαῖς, τὸ, Βλέπετε, καὶ Ὁρᾶτε, καὶ Γρηγορεῖτε, καὶ Προσέχετε, οὐ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ παντὶ τῷ ποιμνίῳ. Οὐδὲν γὰρ παρεσιώπησε τῶν ἡμῖν συμφερόντων ἡ θεία Γραφή. γʹ. Ἐμοὶ δὲ δακρύειν ἐπέρχεται, ὅταν ἀκούσω ἀπὸ τῆς ἡμετέρας Ἐκκλησίας τινὰς λέγοντας, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς· καὶ τοῦτο οὐ μόνον παρὰ λαϊκῶν, ἀλλὰ καὶ παρὰ τῶν δοκούντων εἶναι ποιμένων, καὶ τόπους ἐπεχόντων ἀποστόλων καὶ προφητῶν, ἀλλ' οὐ τρόπους· πρὸς οὓς εὔκαιρον εἰπεῖν· Οὐαὶ ὑμῖν, οἱ ὁδηγοὶ τυφλοὶ, καὶ ἀμαθεῖς, καὶ ἀστήρικτοι· οἱ ἱματίων καλλωπισταὶ, καὶ οὐχὶ βιβλίων· οἱ καταλιπόντες τὸν λόγον τοῦ Θεοῦ, καὶ τῇ γαστρὶ διακονοῦντες· Ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ· οἱ τὸ γάλα καὶ τὸ ἔριον καὶ τὰ κρέα τῆς ποίμνης καταχρώμενοι, περὶ δὲ τῶν προβάτων οὐ φροντίζοντες; Πῶς οὖν ἐκφεύξεσθε τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἐγὼ ὑπαρθεὶς τῷ λόγῳ εἰς μέσον προσθήσω περισσοτέρας μαρτυρίας, ἀποδεικνύων ἐκ τῶν ἁγίων Γραφῶν, Εὐαγγελίων τε καὶ προφητῶν καὶ ἀποστόλων, τοῦ Χριστοῦ χορηγοῦντος, πῶς ἐμφράττῃ στόμα λαλούντων ἄδικα, τῶν δὲ ποθούντων τὸν λόγον φωτισθῇ ἡ καρδία. Ἀρξώμεθα δὲ πόθεν, ἢ ἐκ τοῦ