1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

5

διαβόλου ἐν ταῖς αἱρέσεσιν. Ἰωάννης εἶπεν· Φανερά ἐστι τὰ τέκνα τοῦ διαβόλου. Ὁρᾷς, πῶς ἐν πᾶσι τούτοις ὁ Χριστὸς λαλεῖ; Καὶ γὰρ ἐν Εὐαγγελίοις τὰ ὅμοια εἶπε πρὸς αὐτοὺς, ὅτι Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ. Οἶδα πολλοὺς λέγοντας, ὅτι καὶ αὐτοὺς ὁ Θεὸς ἔπλασεν χωρὶς γὰρ Θεοῦ, λέγοντες, ἐγένετο οὐδὲν, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ ὧν διαβεβαιοῦνται. Ὅτι με γὰρ ὁ Θεὸς ἔκτισε, σύμφημι κἀγώ· ἀλλ' ἔκτισεν ἐπ' ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς ἐπακολουθήσωμεν, καὶ γενώμεθα τέκνα τοῦ Θεοῦ διὰ τῆς ὀρθῆς πίστεως. δʹ. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἰωάννης λέγει· Καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασι· καὶ πάλιν, Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε· ὅτι πολλοὶ πλάνοι εἰς τὸν κόσμον ἐξῆλθον. Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἀπὸ τοῦ Θεοῦ ἐστιν· ὅτι πολλοὶ ψευδοπροφῆται εἰς τὸν κόσμον εἰσεληλύθασι. Καὶ πάλιν λέγει· Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει μεθ' ἑαυτοῦ, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ Χαίρειν αὐτῷ μὴ λέγετε. Ὁ γὰρ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. Καὶ πάλιν, Πᾶς ὁ παραβαίνων, καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει. Ταῦτα Ἰωάννης ἡμῖν παραινεῖ, Ἰωάννης ὁ υἱὸς τῆςβροντῆς, ὁ ὑπὲρ πάντας ἁγίους ἠγαπημένος, ὁ στηρίξας τὴν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης Ἐκκλησίαν, καὶ ἐμφράξας τὰ τῶν αἱρετικῶν στόματα τῇ θεολογίᾳ. Ἰάκωβος εἶπεν· Ὃς ἐὰν δοκῇ φίλος αὐτῶν εἶναι, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Ἀκούσατε, πάντες 59.558 οἱ τοῖς αἱρετικοῖς συνεσθίοντες, ὀδυνηρὰν ἀπόφασιν· ὅτι τοῦ Χριστοῦ ἐχθροί ἐστε. Οὐδὲ γὰρ ὁ τοῖς ἐχθροῖς τοῦ βασιλέως συμφιλιάζων, δύναται τοῦ βασιλέως φίλος εἶναι· ἀλλ' οὐδὲ ζωῆς ἀξιοῦται, ἀλλὰ σὺν τοῖς ἐχθροῖς ἀπολεῖται, καὶ τὰ χείρονα ὑπομένει. Ἰούδας Ἰακώβου εἶπεν· Παρεισέδυσάν τινες ἄνθρωποι οἱ ἔκπαλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον ∆εσπότην καὶ Κύριον Ἰησοῦν Χριστὸν ἀρνούμενοι. Καὶ πάλιν λέγει· Ἐπ' ἐσχάτων τῶν χρόνων ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσι οἱ ἀφόβως ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι, παντὶ ἀνέμῳ περιφερόμεναι, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνας τετήρηται. Ταῦτα καὶ πλείονα τούτων παραινεῖ ἡμᾶς Ἰούδας ὁ καλός. ∆εῦρο λοιπὸν, Παῦλε, τὸ σκεῦος τῆς ἐκλογῆς, εἰπὲ ἡμῖν καὶ αὐτὸς κατὰ τὴν χάριν τὴν δοθεῖσάν σοι παρὰ τοῦ Θεοῦ, εἰπὲ ἡμῖν περὶ τοῦ ἐνεστῶτος πονηροῦ αἰῶνος· φανέρωσον τοὺς κρυφίους λύκους, θριάμβευσον καὶ στηλίτευσον τοὺς κλέπτας τῆς ἁγίας ποίμνης τοῦ Θεοῦ. Παῦλος εἶπεν· Οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Ὁρᾷς πανταχοῦ τοὺς θεολόγους συμφωνοῦντας τῷ ∆ιδασκάλῳ περὶ τῶν ἀθέων αἱρετικῶν, κύνας αὐτοὺς καὶ λύκους προσαγορεύοντας; καθὼς καὶ ἀλλαχοῦ φησιν ὁ Παῦλος· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης. Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Τίς ἕξει ἀπολογίαν ἀμελείας, ἀκούων τὰς τοσαύτας παραγγελίας; Καὶ ἀλλαχοῦ πάλιν· Μὴ παραδέχεσθε αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν· καὶ πάλιν, ∆ιδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καὶ πάλιν, Αἱρετικοὶ ἄνθρωποι προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι· καὶ ἀλλαχοῦ, Τοῖς μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν. Ἀκούσατε πάλιν, οἱ τὰς ἀγάπας μετ' αὐτῶν ποιοῦντες· πῶς φύγητε ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐφ' ὑμᾶς, οἱ τούτοις συμμιαινόμενοι ἐν βρώσει, ἐν πόμασι; πῶς τολμᾶτε