170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ τῷ κάλλει τῆς οἰκοδομίας ἀγάλλεσθαι πρὸς ταύτην ὁρᾶν. οἶκος μὲν οὖν οὔπω θεοῦ κατεσκεύαστο. ὅτε ταῦτα ᾖδεν ὁ ∆αυίδ, ἀνήγαγε δὲ τὸν λόγον εἰς τὴν σκηνὴν καὶ κατελίμπανεν τοῖς πνευματικῶς ἀκούειν δυναμένοις ἐπὶ τὸν πνευματικὸν οἶκον ἀναβιβάζειν τὸν λόγον.
9 Ps 32,6 Ἐν τοῖς τοιούτοις ἐμφαίνεται ἡ τοῦ ἑνὸς θεοῦ θεολογία τὴν τριάδα
περιλαμβάνουσα. εἶτα θεολογεῖται μὲν ὡς δημιουργὸς ὁ θεός, ἡ δὲ δημιουργία τοῦ λόγου ἐνέργημα καὶ τοῦ πνεύματος· καὶ δῆλον μὲν ὅτι ἀνθρώπιναι μὲν αἱ φωναὶ ὅπου καὶ στόμα εἴρηται ἀφ' οὗ λόγος καὶ πνεῦμα, ἑτέρως δὲ ἐπὶ θεοῦ νοούμεναι κατὰ τὸ ἀσύνθετον καὶ πάντῃ ἀσώματον, τουτέστιν ὢν ὁ λόγος παρὰ τῷ θεῷ ὄντι καὶ ὂν τὸ πνεῦμα, ὁ μὲν ἔκφανσις ὢν τοῦ πατρὸς (κατὰ τοῦτο λόγος ὀνομαζόμενος), τὸ δὲ τοῦ λόγου μετάληψις ὡς πνεῦμα ἐκ στόματος. οὐρανοὺς δὲ εἰπὼν καὶ δυνάμεις οὐρανῶν οὐκ ἐκείνων μὲν τῷ λόγῳ, τούτων δὲ τῷ πνεύματι τὴν δημιουργίαν μερίζει (ἀμέριστα γὰρ τὰ ἐπὶ τῆς τριάδος ἐνεργούμενα), ἀλλὰ διαφόρως φράζει ταὐτόν, ὡς ἐν τῷ Εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον καὶ Ἰσραὴλ παρῴκησεν ἐν γῇ Χὰμ οὐ διαιρεῖται εἴσοδος μὲν ὡς ἑτέρῳ τῷ Ἰακώβ, κατοίκησις δὲ ὡς ἑτέρῳ τῷ Ἰσραήλ· ἐκ παραλλήλου γὰρ ταὐτὸν δηλοῖ, καὶ τοῦτο ἐν πολλοῖς τὸ ἔθος εὕροιμεν ἄν. 10 Ps 33,7 Ἑαυτὸν ἐπιδεικνὺς λέγει πτωχεύσαντα, τῇ φυγῇ ἀγωνιάσαντα, τὸν κίνδυνον ἀποφυγόντα τοῦτον βουλήσει θεοῦ, ὡς οὐκ ἄλλως ἰσχύσαντος ἂν τοῦ τῆς μανίας τεχνάσματος εἰ μὴ κατὰ θεοῦ βούλησιν.
11 Ps 33,9 Γεῦσιν λέγει τὴν πείραν τῶν πραγμάτων, ἥτις καὶ αὐτῷ παρῆν
τότε. τὸ οὖν διαγεγονὸς ἐν αὐτῷ κατὰ χρηστότητα θεοῦ, τὸ μὴ περιοφθῆναι διωκόμενον ὑπὸ βασιλέως ἀλλοτρίου ἀλλ' ἐκ δύο χαλεπωτάτων πολεμίων καὶ δυνατωτέρων σωθῆναι, τοῦτο εἰς κοινὸν ἅπασιν προστίθησιν ὡς οὐκ ἐπ' αὐτοῦ μόνου γινόμενον ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἐσόμενον, ὅσοι τῇ πρὸς θεὸν ἐλπίδι συνάπτουσιν ἑαυτοὺς τῷ θεῷ. ἐν τούτῳ δεῖ εἶναι τὸ μακάριον, οὐκ ἐν ἑτέρῳ τινί, ὅπερ ὁ ∆αυὶδ λέγει ἐν τῷ Ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ. 12 Ps 33,20 Εἰς τὸ τέλος ἀφορᾶν κελεύει καὶ θαρσεῖν τῇ ἐκ τῶν θλίψεων ἀπαλλαγῇ, μὴ τὴν ἀρχὴν αὐτόθεν δυσχεραίνειν, ἐπειδὰν θλίβεσθαι συμβαίνῃ. οὕτω γὰρ δεῖ παρασκεύασθαι τὴν ψυχήν, οὐχ ὡς μὴ πονήσουσαν ἀλλ' ὡς μὴ τῶν πόνων ἡττηθησομένην.
13 Ps 34,1-3 Εἰς ὅλην ὁμοίωσιν ἀνθρώπου τὸν περὶ θεοῦ σχηματίζει λόγον
καθὰ καὶ Ἡσαΐας, ἵνα τὸ ἐν αὐτῷ ἀδύνατον θεῷ δυνατὸν ἐπιδείξῃ πολεμεῖν ἀξιῶν καὶ ὁπλίζεσθαι ἀσπίδι τε καὶ λόγχῃ καὶ τὰς ἐφόδους τῶν πολεμίων ἀποκλείειν τειχίσματι μέσῳ. καὶ τοῦτο δὲ ἐν Χριστῷ δείκνυσιν Ἡσαΐας, ἐκ τιμωρίας τῶν ἀδίκων ἐρχόμενον προορῶν ᾑμαγμένον τε τὸ ἱμάτιον ἐκ τῆς τῶν ἀλλοφύλων σφαγῆς (Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ, καὶ τὰ ἑξῆς;), ὥστε τὰ εἰς πατέρα θεϊκῶς ἀναγόμενα σαφές ἐστιν υἱοῦ τε εἶναι καὶ εἰς υἱὸν πληροῦσθαι. 14 Ps 34,5 Εἰς ἐκείνους τὸ ἀφανεῖς γενέσθαι περιίσταται, ὥσπερ ὁ ἀνέμῳ διωκόμενος χοῦς, ἐξωθεῖσθαι δ' αὐτοὺς οὐκ ἀνθρωπίνῃ χειρὶ ὅτι δίκαιοι τοῦτο μᾶλλον ὑπ' ἀδίκων πάσχουσιν ἀλλὰ δι' ἀγγέλων τοῦτο γίνεσθαι, καθά φησιν ὁ κύριος ὅτι Ἐξελεύσονται οἱ ἅγιοι καὶ ἐκλέξουσιν ἐκ μέσου τῶν δικαίων τοὺς ἀδίκους καὶ ἀφοριοῦσιν αὐτούς. νῦν μὲν γὰρ ἀναμέμικται τὰ ἀσύμφωνα, τότε δὲ διαιρεθήσεται
2