Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

δικαίων, νύκτα καὶ ἑσπέραν τὸν παρόντα νοήσωμεν, ἑσπέραν μὲν ὡς ἔχοντά τι φωτὸς δι' ἀπολειπομένην γνῶσιν τοῦ καλοῦ καὶ δώρων ἕνεκα τῶν παρὰ θεοῦ, νυκτὰ δὲ κατὰ τὸ σκοτῶδες τῆς πονηρίας καὶ τὴν τῶν κοσμοκρατόρων τοῦ σκότους καταδυναστείαν. ἐντενοῦς τοίνυν βοήσεως δεῖται νῦν ἄνθρωπος, ὅτι πεπίληται σκότῳ καὶ βαρύνεται τοῖς ἐνεστῶσι κακοῖς, πρὸς τὸν μόνον φωτίσαι δυνάμενον καὶ ὄρθρον ἐξ ἑσπέρας καὶ ἡμέραν ἐκ νυκτὸς ἐπιδεῖξαι καὶ τῶν κακῶν ἐργάσασθαι μεταβολήν. 292 Ps 140,4.5 Τὸν κατὰ κακίας τοίνυν ποιεῖται λόγον, καθαρὸς ἐξ αὐτῆς καὶ ἀλλότριος τῶν ἐν ταύτῃ ζώντων εἶναι βουλόμενος. Ἀξιοπιστότερα γὰρ τραύματα φίλων ἢ ἑκούσια φιλήματα ἐχθρῶν. 293 Ps 140,6.7 Ὅτι, φησί, χλευάζουσι τὸ καλὸν καὶ αὐτὸ τὸ ὁμολογουμένως κάλλιστον, τὴν προσευχὴν κατὰ τὸ ἑαυτῶν βούλημα διασύροντες. τοῦτο δὲ αὐτούς, φησί, καὶ ἀναστάτους ἐκ γῆς ἀπολεῖ καθάπερ ἐξορυχθέντας διὰ πέτρας ὠθούσης καὶ τὴν ῥίζωσιν ἐκτοπούσης. καὶ γέλωτα ἔθεντο καὶ ἡδονὴν λόγους τοὺς ἐμούς, τὰ σεμνὰ γελῶντες διὰ τὸ τοῖς ἀσέμνοις χαίρειν καὶ χρονίᾳ τῇ περὶ ταῦτα συνηθείᾳ τὴν αἴτησιν ἐκκεκόφθαι τὴν περὶ τὰ καλὰ καὶ ὄντως ποθεινὰ καὶ τερπνά. δεύτερον τὸ περὶ τοῦ θανάτου λέγει τὸ λυπηρὸν τῆς τοῦ ἀνθρώπου διαλύσεως διηγούμενος ὅτι βώλου τρόπῳ διαλυομένου σκεδάννυται. 294 Ps 140,10 Ὁ Σύμμαχος· Ἐμπέσοιεν εἰς τὰ δίκτυα ἑαυτῶν παράνομοι. εἰς αὐτούς, φησί, περισταίη μηχανήματα καὶ μὴ εἰς τοὺς ἀναιτίους ἡμᾶς. ἐκκλινῶ δέ, φησίν, ἐγὼ τὴν πρὸς τοὺς πονηροὺς ἀνάμιξιν, ἕως ἂν αὐτοὺς καὶ διαφυγεῖν δυνηθῶ. αὕτη γὰρ ἀσφάλεια πρὸς τὸ μηδὲν ὑπ' αὐτῶν λυμανθῆναι τὸ μηδὲ πλησιάζειν μηδὲ συμφύρεσθαι. τοῦτο καὶ Ἱερεμίας φησὶν Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ· καθήσεται κατὰ μόνας καὶ σιωπήσεται. νῦν δὲ ἡμῖν πνευματικὸς ὁ ἐκ τῶν πονηρῶν χωρισμὸς ὅτι ἀδύνατος ὁ σωματικός, ἐπεὶ ὀφείλομεν ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν ὡς ὁ Παῦλος λέγει.

295 Ps 141,2 Καλὴ μὲν οὖν καὶ ἡ τῆς δυάδος ἑνότης ἐπὶ τοιούτου τιθεῖσα τὸν

κύριον καὶ τὸν θεόν, γνωριστικωτέρα δὲ τοῖς τὰ τέλεια μεμαθηκόσιν ἡ τῆς δυάδος ἐν τῇ ἑνότητι κατάληψις ἣν ὁ Παῦλος παρίστησιν, ἕνα μὲν θεὸν ἕνα δὲ κύριον ἐξηγούμενος, οὓς καὶ δύο ὄντας ἑνοῖ τὸν θεὸν μὲν ἐν κυρίῳ κύριον δὲ ἐν θεῷ νοεῖσθαι· καθὸ τὰ τῆς θείας καὶ κυριευτικῆς οὐσίας ἐν ταυτότητι θεωρεῖται, ἐκ πατρὸς μὲν εἰς υἱὸν ὁρμηθέντα κατὰ τὸ θεϊκόν, ἐξ υἱοῦ δὲ εἰς θεὸν ἀναγόμενα κατὰ τὸ κυριευτικόν. 296 Ps 141,8 Οὐ τῷ φυγεῖν δὲ τὴν ὑπ' ἐχθρῶν πολιορκίαν τίθεται τέλος, ἀλλὰ τὸ ἔτι κάλλιον τῷ θεῷ χάριν ἀνενεγκεῖν· τοῦτο γὰρ δὴ τὸ ἀκρότατον τέλος.

297 Ps 142 arg. Ἄλλοι δέ φασι μὴ εἶναι ἀνεπίγραφον τὸν ψαλμὸν ἀλλ'

ἐπιγεγράφθαι Ψαλμὸς τῷ ∆αυίδ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδίωκεν. οὐ διὰ πασῶν μέντοι τῶν ἑρμηνειῶν πρόσκειται τοῦτο. τὰ δὲ λεγόμενα οὐκ ἀλλότρια· οὐδὲν δὲ κωλύει περὶ τῆς ὑπὸ Σαοὺλ διώξεως εἰρῆσθαι αὐτά. 298 Ps 142,8ab Κατὰ δὲ τὴν ὅλην τῆς τῶν δικαίων ζωῆς ὑπόθεσιν ἢ τὸν τέλεον ἔλεον οὔπω νῦν ἐπιδέχεται, ἀλλὰ τὴν μέλλουσαν ἐπιφάνειαν τὴν ἐξ οὐρανοῦ μηνύουσαν τὸ πρωΐ, ὅτε καταυγάσει δικαίους ὁ δεσπότης ἐξ οὐρανοῦ φανείς. 299 Ps 142,11 Τὸ τῆς ἀγαθότητος ὄνομα τῆς τοῦ θεοῦ σωτηρίας πρόφασιν ἑαυτῷ γίνεσθαι ἀξιοῖ κατὰ τὸν ἀπόστολον λέγοντα Εἰς ἔπαινον τῆς δόξης τῆς χάριτος αὐτοῦ.

41