2
Ἀλλ' ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπολλυμένοις καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν, ὡς πολὺν τὸν σάλον παρεχο μένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον ἢ τὸ ἀκάτιον μεταβαίνοντες πανταχοῦ ναυτιῶσι καὶ ἀποροῦνται, συμμετέρχεται γὰρ αὐτοῖς ἡ ἀηδία καὶ ἡ χολή. Τοιοῦτον οὖν τι καὶ τὸ ἡμέ τερον. Τὰ γὰρ ἔνοικα πάθη συμπεριφέροντες πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν, ὥστε οὐδὲν μέγα τῆς ἐρημίας ἀπωνάμεθα ταύτης. Ἃ μέντοι ποιεῖν ἔδει καὶ ὅθεν ὑπῆρξεν ἂν ἡμῖν τῶν ἰχνῶν ἔχεσθαι τοῦ πρὸς σωτη ρίαν καθηγησαμένου· «Εἴ τις γάρ, φησί, θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι», ταῦτά ἐστιν. 2.2 Ἐν ἡσυχίᾳ τὸν νοῦν ἔχειν πειρᾶσθαι προσήκει. Ὡς γὰρ ὀφθαλμὸν περιαγόμενον συνεχῶς καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια περιφερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρατῷ, εἰ μέλλοι ἐναργῆ ποιεῖσθαι τὴν θέαν· οὕτω καὶ νοῦν ἀνθρώπου, ὑπὸ μυρίων τῶν κατὰ τὸν κόσμον φροντίδων περιελκόμενον, ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ. Ἀλλὰ τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου κατεζευγμένον λυσσώδεις ἐπιθυμίαι καὶ ὁρμαὶ δυσκάθεκτοι καὶ ἔρωτές τινες δυσέρωτες ἐκταράσσουσι, τὸν δὲ ἤδη συγκατειργ μένον ὁμοζύγῳ ἕτερος θόρυβος τῶν φροντίδων ἐκδέχεται· ἐν ἀπαιδίᾳ, παίδων ἐπιθυμία· ἐν τῇ κτήσει τῶν παίδων, παιδοτροφίας μέριμνα γυναικὸς φυλακή, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοί, αἱ ἐν τοῖς δικαστη ρίοις συμπλοκαί, τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις. Πᾶσα ἡμέρα ἰδίαν ἥκει φέρουσα τῆς ψυχῆς ἐπισκότησιν, καὶ αἱ νύκτες, τὰς μεθημερινὰς φροντίδας παραλαμβάνουσαι, ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν. Τούτων δὲ φυγὴ μία, ὁ χωρισμὸς ἀπὸ τοῦ κόσμου παντός. Κόσμου δὲ ἀναχώρησις οὐ τὸ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμ παθείας τὴν ψυχὴν ἀπορρῆξαι καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγ μονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκα λίας ἐγγινομένας τυπώσεις. Ἑτοιμασία δὲ καρδίας ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων. Οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατὸν μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας, οὔτε ψυχῇ δόγματα θεῖα παραθέσθαι μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. Πρὸς δὴ τοῦτο μέγιστον ὄφελος ἡμῖν ἡ ἐρημία παρέχεται, κατευνάζουσα ἡμῶν τὰ πάθη καὶ σχολὴν διδοῦσα τῷ λόγῳ παντελῶς αὐτὰ τῆς ψυχῆς ἐκτεμεῖν. Ὡς γὰρ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι καὶ ὀργαὶ καὶ φόβοι καὶ λύπαι, τὰ ἰοβόλα τῆς ψυχῆς κακά, κατευνασθέντα διὰ τῆς ἡσυχίας καὶ μὴ ἐξαγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. Ἔστω τοίνυν τὸ χωρίον τοιοῦτον οἷόν περ ἐστὶ καὶ τὸ ἡμέτερον, ἐπιμιξίας ἀνθρώπων ἀπηλλαγμένον, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν τὸ συνεχὲς τῆς ἀσκήσεως διακόπτεσθαι. Ἄσκησις δὲ εὐσεβείας τὴν ψυχὴν τρέφει τοῖς θείοις διανοήμασι. Τί οὖν μακαριώτερον τοῦ τὴν ἀγγέλων χορείαν ἐν γῇ μιμεῖσ θαι· εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντα ὕμνοις καὶ ᾠδαῖς γεραίρειν τὸν κτίσαντα, εἶτα ἡλίου καθαρῶς λάμψαντος ἐπ' ἔργα τρεπόμενον, πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ τῶν ὕμνων ὥσπερ ἅλατι παραρτύειν τὰς ἐργασίας; Τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται. Ἡσυχία οὖν ἀρχὴ καθάρσεως τῇ ψυχῇ, μήτε γλώττης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμά των καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ἐν ῥήμασιν εὐτραπέλων καὶ γελοιασ τῶν