οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
τὸν ἐν τῷ κρυπτῷ Ἰουδαῖον, καὶ τὴν ἐν τῷ κρυπτῷ περιτομὴν ἐπιδεικνύωμεν Θεῷ, πᾶσαν κακίαν ἐκ τῆς ἑαυτῶν καρδίας περιτέμνοντες, ἵνα καὶ δικαίως ἀκούωμεν· "Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου· ἀπόδος Κυρίῳ τῷ Θεῷ τὰς εὐχάς σου." βʹ. Τοῖς μὲν οὖν ἐπὶ τὸ κηρύττειν ἀπεσταλμένοις, οὐκ ὀλίγος ὁ περὶ τούτου φόβος· καὶ μάλα εἰκότως. Οὐ γὰρ μικρὰ τῆς ἐν τούτοις ἀμελείας τὰ ἐπίχειρα. Ἐπικατάρατος γὰρ, φησὶν, ὁ ποιῶν τὰ ἔργα τοῦ 77.405 Θεοῦ ἀμελῶς." Καὶ τοῦτο μαθεῖν ἔξεστι σαφῶς τὸν μακάριον ἐννοοῦσιν Ἰωνᾶν, καὶ τὴν ἐπὶ αὐτῷ μαι νομένην θάλατταν· καὶ τὸ δεινὸν ἐκεῖνο καὶ φρικω δέστατον κατ' αὐτοῦ κινούμενον κῆτος. Εὑρίσκω δὲ καὶ τῶν ἁγίων ἕκαστον τῆς θείας λειτουργίας δεδιότα τὸ μέγεθος. Ὁ μὲν γὰρ ἱεροφάντης Μωσῆς, Θεοῦ τὸν λαὸν ἐξαποστέλλειν ἐπιτάξαντος αὐτῷ, τῆς ἀν θρωπείας φύσεως τὴν δύναμιν ἀναμετρησάμενος, καὶ μείζονα ταύτης ὁρῶν τοῦ κηρύγματος τὴν διακονίαν, ἔλεγεν· "Ἰσχνόφωνός εἰμι καὶ βραδύγλωσσος." Συνῳδὰ δὲ τούτοις καὶ ὁ μακάριος Ἱερεμίας ἐπὶ τὸ προφητεύειν πεμπόμενος, βοᾷ· "Ὁ ὢν, ∆έσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερός εἰμι ἐγώ." Εἰ γὰρ καὶ κάλλιστος ἡμῖν εὐλαβείας ὑπογραμμὸς οἱ ἅγιοι, τὰ τοιαῦτα φθεγγόμενοι φαί νονται, ἀλλά γε τοῖς περὶ τοῦτο δειλίας ὁ τρόπος, οὐ μικρὸν, οὐδὲ ἀκίνδυνον τοῖς ἀσθενέσιν ἀποτίκτει τὸν ὄκνον. ∆υσωπεῖ μὲν γὰρ ἡμᾶς ὁ Θεὸς, καὶ τὸν φόβον ἀποπέμπειν παρακελεύεται, πρὸς μὲν Μωσέα λέγων· "Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσ κωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου." Πρὸς δὲ τὸν μακάριον Ἱερεμίαν· "Μὴ λέγε· Ὅτι νεώτερός εἰμι ἐγώ· ὅτι πρὸς πάν τας οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι λαλήσεις." Οὐκοῦν ἐπὶ τὸ κη ρύττειν κἀμὲ τὸν ταπεινὸν τοῦ τῆς ἱερωσύνης καλοῦν τος σχήματος, δεδιὼς τὸ γεγραμμένον, "Λάλει καὶ μὴ σιώπα," ἀναγκαίως ἐπὶ τὸ τὰ τοιάδε γράφειν ἔρχομαι. Κρίσει γὰρ Θεοῦ καλῶς τὸν καθ' ἡμᾶς ἀπαλλάξαντος βίον, καὶ πρὸς τὰς οὐρανίους ἀναπτάν τος μονὰς, τοῦ τῆς ἀοιδίμου καὶ πανευφήμου μνή μης Πατρὸς ἡμῶν Θεοφίλου τοῦ γενομένου ἐπισκό που (καθ' ὃν οἶδεν ὁ πάντων ταμίας λόγον, αἰδοῦμαι γράφων), εἰς ἐμὲ τὸν ἐλάχιστον ἡ τῆς ἐπισκοπῆς κατήντησε διαδοχή. Ἀκούων δὲ τοῦ Παύλου γράφον τος· "Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι," φόβῳ λοιπὸν καὶ παρὰ δύναμιν ἐπὶ τὸ κηρύττειν ἐλή λυθα. Τοιγάρτοι τῆς ἁγίας ἡμῶν προλαμπούσης παν ηγύρεως, καὶ πρὸς καθαρὰν καὶ νόμιμον ἡμᾶς κα λούσης ἁγνείαν· τοῖς μὲν ἔτι τῇ κακίᾳ προστετηκό σιν ἀναγκαῖον εἰπεῖν· "Καθαρίσατε χεῖρας, ἁμαρ τωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι." Τοῖς δὲ τὸ βέβηλον τῆς ἁμαρτίας αἶσχος ἀποφυγοῦσι, καὶ σε μνὴν ἐπασκοῦσι πολιτείας ἀγάπην, εὐαγγελιζέσθω ὁ προφήτης, λέγων· "Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀν έτειλεν." Ἐπειδὴ γὰρ οἱ τὴν ὑφ' ἡλίῳ πᾶσαν οἰκοῦν τες ἄνθρωποι, "μερίδες ἀλωπέκων" γενόμενοι, κατὰ τὸ γεγραμμένον, εἰς πολυειδῆ καὶ πολύτροπον ἐμε ρίζοντο κακίαν, καὶ τῷ τῆς ἀγνοίας σκότῳ νικώμε νοι, καθάπερ εἰς βόθρον εἰς βαθεῖαν ἔπιπτον ἁμαρ τίαν· ἀναγκαίως τὸν ἐξ οὐρανοῦ καλῶν ὡς ἡμᾶς Θεὸν Λόγον ὁ Ψαλμῳδὸς ἔλεγεν· "Ὁ ποιμαίνων τὸν 77.408 Ἰσραὴλ, πρόσχες· ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι ἐναντίον Ἐφραὶμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ· ἐξ έγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς." Ὅταν κειμένοις ἡμῖν καὶ πεπτωκόσιν εὐ καίρως αὐτὸν ἐπιφοιτήσειν αἰσθανόμενος πάλιν ἐβόα· "Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; Ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν;" Οὔπω γὰρ τὴν ἡμετέραν ὁμοίωσιν ὁ Σωτὴρ ἀναλαβὼν, μακρὰν ἡμῶν, κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον, ἀφειστή κει. Ἐπειδὴ καὶ πολλὰ τῆς ἀνθρώπων φύσεως, καὶ τῆς τοῦ Θεοῦ Λόγου τὰ μεταξὺ διαστήματα. Ἡμῶν μὲν γὰρ, περὶ τῶν ἁγίων φησίν· "Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·" περὶ δὲ τῆς τοῦ Μονογενοῦς ὑπάρ ξεως ὁ προφήτης Ἡσαΐας λέγει· "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;" Εὐκαίρως τοιγαροῦν ἡμῖν, καὶ πολλὴν ὑπομένουσι θλῖψιν, ἐπέλαμψεν