οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε, καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ἔτι ὦσιν εἰς προ νομήν· καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριὸν, καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα, καὶ ποιμανεῖ αὐτοὺς," τὸν δοῦλόν μου ∆αβίδ. "Καὶ ἔσται αὐτῷ ποιμήν· καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ ∆αβὶδ ἄρχων ἐν μέσῳ αὐτῶν. Ἐγὼ Κύριος ἐλάλησα, καὶ διαθήσομαι τῷ ∆αβὶδ διαθήκην εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς." Ἀκούεις ἄνω τε καὶ κάτω ∆αβὶδ ὀνομάζοντος τὸν ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα Χριστὸν, ὡς ἐσόμενον ποιμένα κατὰ καιροὺς τῶν ἐξ Ἰσραήλ; Ἐννόει γὰρ ὅτι κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ὁ προφήτης τὰ τοιάδε φησὶν, οὐκ ἦν ἐν ζῶσιν ἔτι ∆αβίδ· προαποτεθνήκει γὰρ ἐκ μακρῶν ἔτι καὶ ἄνωθεν χρόνων. Ἀλλ' ὥσπερ ἐστὶν ἔθος τῇ θείᾳ Γραφῇ Ἰακὼβ ὀνομάζειν τοὺς ἐξ Ἰακὼβ, καὶ μέντοι καὶ Ἰσραὴλ τοὺς ἐξ Ἰσραήλ· οὕτω καὶ ∆αβὶδ τὸν ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα Χριστόν. Ἠγνοηκότες τοίνυν ἐσταύρωσαν. Ὁ δὲ καί τοι διαδράναι τὸ παθεῖν ἐξὸν, οὐ γὰρ ἂν ἐβιάσθη Θεὸς, ἑαυτὸν προσεκόμισε ταῖς τῶν φονώντων χερσίν· ἵνα καὶ ἐγηγερμένος ἐκ νεκρῶν, πληροφορήσῃ σαφῶς, καὶ πρό γε τῶν ἄλλων τοὺς ἐσταυρωκότας, ὅτι ζωὴ κατὰ φύσιν ὑπῆρχεν ὁ Θεός. Καταβέβηκεν ἐν τοῖς καθ' ἡμᾶς, ἵνα ἡμᾶς ἀποδείξῃ θανάτου κρείττονας, καὶ νενικηκότας ἤδη τὴν φθοράν. Παθόντος δὴ οὖν ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ, καὶ καταργήσαντος μὲν τὸν θάνατον, ἀποστήσαντος δὲ τὴν ἀκλεᾶ καὶ βέβηλον ἁμαρτίαν· ἐγηγερμένου τε καὶ ἀναβεβηκότος εἰς οὐ ρανοὺς, καὶ ὅσον οὐδέπω παρεσομένου· "Καταβή σεται γὰρ καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ," κατὰ τὸ γεγραμμένον· πάντα ῥύπον τὸν τῆς ἁμαρ τίας ἀποτριψώμεθα, ἀγαπήσωμεν τὴν ἐγκράτειαν, καρποφορήσοντες τῇ ὑπομονῇ τὴν εἰς ἀλλήλους ἀγά 77.748 πην, ἐπιτηδεύσωμεν τὸν εἰς τοὺς δεομένους ἔλεον, τὴν φιλοπτωχίαν. Συναλγήσωμεν τοῖς ἐν δεσμοῖς, τοῖς κακουχουμένοις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώμασι. Καὶ πρό γε τῶν ἄλλων ὀρθὴν καὶ ἀμώμητον ἐν ἑαυτοῖς τὴν πίστιν τηρήσωμεν. Τότε γὰρ, τότε νη στεύσομεν καθαρῶς· ἀρχόμενοι τῆς μὴν ἁγίας Τεσ σαρακοστῆς, ἀπὸ ἑβδόμης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δευτέρας τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες δὲ τὰς νηστείας τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὰς ἀποστολικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ὀγδόῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Ιϛʹ. Πρόλογος.
Ἡμᾶς ἐνθάδε συνήγαγεν ὁ καιρός. Ἥκομεν δὲ εἰς μέσον, οὐ τὸ ἐν λόγοις
πλατὺ καὶ ἰσότιμον ὑπισχνού μενοι· μέτριοι ἐν τούτῳ λίαν ἡμεῖς· ἀλλ' ἔθει πα τρῴῳ καὶ ἀναγκαίως ἐξευρημένῳ κατακολουθεῖν ἐγνωκότες. ∆εῖ τοίνυν ὑμᾶς συγγνώμονας εἶναι, κἂν εἰ μὴ φαίνοιτο τοῖς ἔξωθεν κόμποις κατηγλαϊσμένος ὁ λόγος, καὶ τοῖς εἰς ῥητορικὴν αὐχήμασιν ἐναβρύνε σθαι μεμελετηκώς. Τὸ γὰρ ἐν τούτοις εὐδοκιμεῖν, περιθείην ἂν εἰκότως, ἥκιστα μὲν, ἐμαυτῷ, φαίην δ' ἂν ὅτι πρέπειεν ἂν μᾶλλον τοῖς ἀγαθοῖς τουτοισὶ καὶ σοφοῖς διδασκάλοις. αʹ. Ὁ μὲν νόμος τοῖς ἀρχαιοτέροις ἐδίδου τὸ σύν θημα τοῦ χρῆναι πληροῦν τὰς ἐν τύποις ἔτι καὶ ὡς ἐν σκιαῖς ἑορτάς. Ὅτι δὲ ἦν ἀναγκαῖον τῆς καθηκού σης αὐτὰς φροντίδος ἀξιοῦν, καὶ τὸ ῥᾴθυμον ἐν τού τοις οὐκ ἀπλημμελὲς, ἀλλ' ἐναντίᾳ καὶ δίκῃ, διεσά φει, λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ζαχαρίου· "Καὶ ἔσται, ὃς ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὑτῆς." Τοῖς