οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἑκάστου πέρας τὸν τῆς διανοίας ὀφθαλμὸν κατατείνοντες, ὅποι ποτὲ διελάσει τοῖς πλουτοῦσι τὸ χρῆμα, κατασκεψώμεθα. Ἔφη τις τῶν ἁγίων, ὅτι "Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ." Γράφει δὲ καὶ ἕτερός τις· "Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον· οὐδὲ ἐξ ενεγκεῖν τι δυνάμεθα." Ὅτε τοίνυν ὁ μὲν τοῦ βίου χρόνος συνεσταλμένος οὕτω καὶ βραχὺς, τὸ δὲ πέρας οὐκ ἔχει τὸ δύνασθαι πλουτεῖν· πῶς οὐκ ἄμεινον ἐναργῶς ἱερῶν ἡμᾶς ἀντέχεσθαι σπουδασμάτων, καὶ ἀναπόβλητον ἔχειν τὸν πλοῦτον, σεσωρευμένον ἐν οὐ ρανοῖς, "ὅπου οὔτε σὴς, οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσι, καὶ κλέπτουσι," κατὰ τὴν τοῦ Κυρίου φωνήν; Φέρε τι βραχὺ καὶ ἐκ τῶν εὐαγγελικῶν παραγάγωμεν πραγμάτων, οὐκ ἀσυν τελὲς εἰς ὄνησιν τοῖς ἀκροωμένοις. Ἔφη που Χρι στός· "Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ, λέγων· Τί ποιήσω; καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχὴ, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· Ἄφρων, ἐν ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. Ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;" Ὢ παραδόξου πράγματος! Στενοχωρεῖται πλουτῶν, φορτικωτέραν ἐπὶ πολλοῖς εἰσδέχεται τὴν φροντίδα. "Τί ποιήσω;" φησί· τῷ πλούτῳ προσνέμει τὰς τῇ πτωχείᾳ πρεπούσας φωνάς. Ποῦ σωρεύσω τὰ ἀγαθά μου; Πολυκτήμων ὁ πλούσιος· εὔφραναν αὐτὸν, ἀγροὶ μὲν κομῶντες ἄδην, ἀριθμοῦ δὲ κρείττονες οἱ ἀμῶν τες αὐτοὺς, ἢ τάχα που καὶ εὐστάφυλος ἀμπελὼν, οἴνῳ μεθυούσας τὰς ληνοὺς ἀποφαίνει. Οὐκοῦν, ὦ πλούσιε, πάντα μὲν ἔχεις ἀμφιλαφῶς· λείπει δέ σοι ζωή. Τίνι δὴ οὖν ἃ ἡτοίμασας ἔσται; Βέλτιον δέ σε "ποιεῖν κρῖμα καὶ δικαιοσύνην καλὴν," κατὰ τὴν τοῦ προφήτου φωνὴν, καλὴν δὲ δικαιοσύνην εἶναί φαμεν, τὴν εἰς ἀδελφοὺς εὐσπλαγχνίαν, τὴν ἀγάπην, 77.936 τὴν φιλαλληλίαν, τὸν τῆς ἀτελευτήτου φλογὸς κατα καυχώμενον ἔλεον. Τιμᾷ γὰρ τοὺς φιλοικτίρμονας ὁ τῶν ὅλων Θεὸς, καὶ ἁπάσης αἰδοῦς ἀξιοῖ τὸν τῆς αὐτοῦ γαληνότητος ἐν ἰδίᾳ ψυχῇ φοροῦντα τὸν χαρακτῆρα. "Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν." Ὥσπερ γὰρ φιλόπαις πατὴρ ἐν ἰδίῳ τέκνῳ, καλῶς ἐκλάμπον τῆς αὑτοῦ μορφῆς τὸ εἶδος ὁρῶν, ἐπιγάννυται τῷ γεγεννηκότι, παραθήγεται δὲ ταύτης ἕνεκα τῆς αἰ τίας ἔσθ' ὅτε καὶ πρὸς τὸ ἔτι μειζόνως ἀγαπᾷν· οὕτω καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς, ὅταν ἴδῃ ψυχὴν τῆς ἐνούσης αὐτῷ ἀγαθότητος λαχοῦσαν τὴν μόρφω σιν, οὐκ ἀκερδὲς αὐτῇ τὸ χρῆμα καθίστησι. Στεφανοῖ γὰρ αὐτὴν ἐλπίδι καὶ χάριτι, καὶ μολυσμοῦ παντὸς ἀποφέρων αὐτὴν, εἰς τὸν τῶν ἁγίων ἀναβιβάζει κλῆρον. Φησὶ γάρ· "Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι." Ἔστω τοίνυν ἐφ' ἡμῖν φιλοικτίρμων ὁ νοῦς, τρυφερὸς καὶ εὐάντητος· ἵνα μὴ σκληροὶ γεγονότες εἰς ἀδελφοὺς, ἀκούσωμεν Θεοῦ λέγοντος ἐπὶ τοῦ φοβερωτάτου βήματος· "∆οῦλε πονηρὲ, οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, καθὼς κἀγώ σε ἠλέησα;" Κατακτησώμεθα δὲ πρὸς τούτῳ, καὶ τὰς ἑτέρας ἀρετὰς, δικαιοσύνην, ἐγκρά τειαν, πραότητα, ταπεινοφροσύνην, ἀνεξικακίαν, ἀοργησίαν. Ὅνπερ γὰρ τρόπον οἱ τὰς ἐν τοῖς πίναξιν ἐξησκημένοι γραφὰς, ταῖς τῶν χρωμάτων πολυει δείαις καταμορφούμενοι τὰ ποικίλλοντα, διαφανὲς αὐτοῖς ἐνσημαίνονται κάλλος· οὕτω καὶ πᾶς εἴ τίς ἐστι τεχνίτης εἰς εὐσέβειαν, οὐ διὰ μιᾶς ἀρετῆς, ἀλλὰ διὰ πλείστων ὅσων ἐξωραϊσμένος, ἀρέσει δὴ πάντως τοῖς τῆς θεότητος ὀφθαλμοῖς. Ὁρᾷ γὰρ εἰς νοῦν καὶ καρδίαν, καὶ τῶν ἐν ψυχαῖς ἀνδραγαθημά των τὸ κάλλος περιεργάζεται. δʹ. Καὶ ταῦτα νυνὶ διειλέγμεθα πρὸς ὑμᾶς, καθάπερ ἀπὸ πηγῶν τῶν θείων τε καὶ εὐαγγελικῶν ἀρυσάμε νοι θεσπισμάτων, δι' ὧν εὖ μάλα πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πεποδηγήμεθα, καί τοι πάλαι τοῖς τῆς φαυλότητος τέλμασιν ὁλοτρόπως ἐμβεβηκότες, καὶ ταῖς τῶν παθῶν προσβολαῖς τυ ραννούμενοι. "Οὐ γὰρ ἦν ἐν ἡμῖν ὁ ποιῶν χρηστό τητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν," κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Οὕτω πεπραχότας ἀθλίως, κατηλέησεν ὁ ∆ημιουργὸς ὁ παρενεγκὼν εἰς τὸ εἶναι τὰ πάντα,