οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. Εἰς κρίσιν καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἵνα τί μοι νηστεύετε;" Ἄθρει δὴ οὖν ὅτι τοῖς νηστεύουσι 77.861 πρέπει γε ἂν ἥκιστά γε τὸ τῶν ἰδίων ἔχεσθαι θελη μάτων, τῶν εἰς φαυλότητα λέγω· μονονουχὶ δὲ καὶ ἐῤῥῶσθαι φράζειν αὐτοῖς, μεταφοιτᾷν δὲ πρὸς τὰ ἀμείνω, καὶ οἷον ἀπρὶξ φιλεῖν ἐξῆφθαι τῶν εἰς ἀρε τὴν σπουδασμάτων, ψάλλειν τε οὕτω καὶ λέγειν, "Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου." βʹ. Οὐκοῦν ἐπειδήπερ Πάσχα ἐστὶ Κυρίου, καὶ ὁ τῆς ἁπάντων ἡμῶν σωτηρίας καὶ ζωῆς καιρὸς ἀν ίσχει, φέρε ταῖς νοηταῖς εὐκοσμίαις κατευφραίνωμεν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸν δι' ἡμᾶς καθ' ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον οἰκονομικῶς, ἵν' ἡμεῖς ὦμεν ὑπὲρ ἑαυτοὺς, καὶ τῶν ἀνθρωπότητος μέτρων ἐπέκεινα, Θεοῦ χρηματίζοντες τέκνα, καὶ ἀδελφὸν ἔχοντες τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν. Φέρε προσαγάγωμεν θυσίας αὐτῷ πνευματικὰς δηλονότι καὶ χαριστηρίους. Ὁ μὲν γὰρ ἀρχαῖος Ἰσραὴλ μηλοσφαγίαις ἐτίμα, καὶ ταῖς δι' αἱμάτων ἐχρῆτο θυ σίαις. Ἀλλ' ἤκουε Θεοῦ λέγοντος ἐναργῶς, "Τίς ἐξ εζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;" Καὶ μὴν καὶ διὰ φωνῆς τοῦ θεσπεσίου ∆αβίδ· "Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;" Παναρκὲς γὰρ τὸ Θεῖον, καὶ ζωοποιεῖ μὲν τὰ πάντα, δεῖ δὲ ὅλως αὐτῷ τῶν τοιούτων οὐδενός. Πλὴν ἐκεῖνό φαμεν· ὡς γὰρ ἐν ὀφλήματος τάξει ζητεῖ τὰς δωροφορίας παρ' ἡμῶν, καιροῦ μάλιστα καλοῦντος εἰς ἑορτήν· ἔφη γὰρ οὕτω διὰ τοῦ πανσόφου Μωσέως, "Ἔντειλε τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων, Τὰ δῶρά μου, δόματά μου, καὶ καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε, προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορ ταῖς μου." Εἶτα τί τὸ χρῆμα τῆς καρποφορίας, ἢ καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν, καταθρεῖν ἀναγ καῖον. Παραιτεῖται μὲν γὰρ ὡς καὶ ἀδρανῆ καὶ ἀνό νητον τῆς ἐν σκιαῖς λατρείας τὴν δύναμιν. Ἀκούω γὰρ λέγοντος τοῖς ἐξ Ἰσραήλ· "Οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου." Γράφει δὲ καὶ ὁ Παῦλος, "Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος." Προανα κεκράγει δὲ καὶ Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συν τελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβο μένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι αὐτοῖς· ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπι γράψω αὐτούς· καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὑτοῦ, καὶ τὸν ἀδελφὸν αὑτοῦ, λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι. Καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί 77.864 μου λαός." Οὐκοῦν πεπαλαίωται μὲν ἡ πρώτη· τε τελείωκε γὰρ οὐδέν· εἰσκεκόμισται δὲ λοιπὸν ἡ νέα τε καὶ εὐαγγελική. Πλὴν ἔφη Χριστός· "Μὴ νομί σητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφή τας. Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρ έλθωσιν." Ὅτι τοίνυν, ὡς ἤδη φθάσαντες εἴπομεν, ἀπαράδεκτος μὲν ἔστι τῷ Θεῷ τῆς κατὰ νόμον λα τρείας ἡ σκιὰ, εἰσκεκόμισται δὲ τὰ διὰ Χριστοῦ παι δεύματα, καὶ ἡ πάλαι προεπηγγελμένη Καινὴ ∆ια θήκη· διαβεβαιοῦταί γε μὴν αὐτὸς ὁ Χριστὸς ἀφ ῖχθαι πληρώσων καὶ προφήτας καὶ νόμον· ἀναγκαῖον οἶμαι καὶ σοφὸν τοῦ πάλαι νόμου τὴν πλήρωσιν ἐν τῇ Καινῇ ∆ιαθήκῃ περιεργάζεσθαι. Προσεκόμιζον τοίνυν οἱ ἐξ αἵματος Ἰσραὴλ τῷ πανάγνῳ Θεῷ τὰς κατὰ νόμον θυσίας, μόσχον τυχὸν, ἢ πρόβατον· ἀλλ' ἦν, ὡς ἔφην, ἀβούλητόν τε καὶ