οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἀνώγαιον ἔφη κατα δειχθήσεσθαι τοῖς ἁγίοις ἀποστόλοις μέγα τε καὶ ἐστρωμένον, καὶ ποδηγὸν εἰς τοῦτο ποιεῖσθαι προσ τέταχε τὸν τῷ κεραμίῳ κατηχθισμένον, εἰσκομί ζοντά τε τὸ ὕδωρ τῷ τῆς ἑστίας δεσπότῃ; Ἴθι δὴ γοῦν ὡς δι' ἰσχνῶν ἐννοιῶν ἐπὶ τὰ ἔτι μείζω καὶ νοητά. Καὶ εἴπερ τῳ σκοπὸς αὐτὸν ἔχειν εἰς νοῦν ἐνοικισθέντα, καὶ ἐνηυλισμένον, καὶ συνεορτάζοντα τὸν Χριστὸν, καταπλουτοῦντι τῷ τέως τὴν δι' ὕδατος κάθαρσιν, ἀπονιζέτω τὴν ἁμαρτίαν τῆς ἑαυτοῦ ψυχῆς, καὶ τῶν ἀρχαίων αἰνιγμάτων ἀποτριβέσθω τοὺς μο λυσμούς. Οὕτω γάρ που Θεὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φησί· "Λούσασθε καὶ καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλ μῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσατε ἀδικού μενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ." Χρῆναι γὰρ ἔγωγέ φημι προεκθλίβεσθαι μὲν ὥσπερ τῶν ἡμετέρων διανοιῶν τὸν ἐκ φαυλότητος ῥύπον· εἰσοι κίζεσθαι δὲ οὕτω λοιπὸν τὴν εὐκλεᾶ καὶ ἀξιόληπτον ἀρετὴν, ἧς ἂν γένοιτο τὸ ἰσοστατοῦν οὐδὲν παρά γε τοῖς ἀρτίοις τὴν φρένα, καὶ ἀποκρίνειν εἰδόσι τοῦ πεφυκότος ἀδικεῖν τὸ μὴ οὕτως ἔχον. Ὥσπερ γὰρ, οἶμαι, πάντη τε καὶ πάντως, ἀσυνύπαρκτα μὲν ἀλ λήλοις ἐν ἐνὶ κατὰ ταυτὸν τὰ τῇ φύσει μαχόμενα· "Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;" κατὰ τὸ γεγραμμένον, εἰ δὲ ἀναιροῖτο τὸ ἕν, θατέρῳ δὴ πάν τως ἀνήσει τὴν εἰσδρομήν· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον, φαυλότης τε καὶ ἀρετὴ, μαχομένην ἔχουσαι τὴν ἐν ἔργοις ποιότητα, πλείστῃ τε ὅσῃ διαφορᾷ δι εσχινισμέναι, πῶς ἂν εἰς ἕνα χωρήσειαν νοῦν; εἶτα 77.773 τὸν εἰσδεδεγμένον, οὐκ ἀκαλλῆ τε καὶ ἀλλοπρόσαλλον ἀποφήνειαν ἂν, καὶ οἷον ἀμφοῖν ἐπισκάζοντα τοῖς ποσίν; Ἀλλ' ὅ γε προφήτης Ἠλίας τοῖς οὕτως ζῇν εἰωθόσιν ἐπιτιμᾷ, λέγων· "Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις;" Ἐξείργει δὲ καὶ ὁ νόμος τῶν τοιούτων ἠθῶν τε ἡμᾶς καὶ τρόπων, τὸ ἀσυμφυὲς καὶ ἀσύμβατον παραιτεῖσθαι προστάττων αἰνιγματωδῶς. Ἔφη γὰρ οὕτως· "Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπιτοαυτό." Καὶ πάλιν· "Οὐκ ἐνδύσῃ ἔρια καὶ λίνον ἐν τῷ αὐτῷ." Ἄθρει γὰρ ὅπως ἡμᾶς πανταχῆ τὸ οἱονεί πως ἀσυμμιγὲς, καὶ οὐκ ἐν κόσμῳ συνεζευγμένον, ὡς ἀκαλλὲς καὶ ἀνό σιον δεῖν ἔφη μισεῖν, καὶ τῶν ἀνομοίων τὴν συνδρο μὴν οὐκ οἶδε τιμᾷν. ∆εῖ δὴ οὖν ἄρα τοὺς ἄριστά γε βιοῦν ᾑρημένους, προαποτρίβεσθαι μὲν, ὡς ἔφην, τοὺς ἐκ φαυλότητος ῥύπους, ἀπαλλάττεσθαι δὲ μο λυσμῶν. Οὕτως ἔχοντι καὶ λελαμπρυσμένῳ πρέποι ἂν ἤδη καὶ τὸ ὑψοῦ δωμάτιον ἔχειν, καὶ ὥσπερ ἐν ὑπερῴῳ τοῖς ἐξ ἀρετῶν αὐχήμασι συνεορτάζειν τε καὶ συναυλίζεσθαι τῷ Χριστῷ, "ὃς δι' ἡμᾶς ἐπτώ χευσε πλούσιος ὢν, ἵν' ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλου τήσωμεν." Αὐτὸ γὰρ ὑπάρχων τὸ εἶδος, ὁ χαρακτὴρ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς τὸ ἀπαύγασμα τῆς δό ξης, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος, καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἰσότητι διαπρέπων, συνυφεστηκώς τε καὶ συναΐδιος ἰσοσθενὴς καὶ ἰσουργὸς, ἰσοκλεὴς καὶ ὁμόθρονος, "οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ," κατὰ τὸ γεγραμμένον. Καθίκετο γὰρ ἐν τοῖς καθ' ἡμᾶς, καὶ ὑπέστη κένωσιν ἐθελούσιον· καὶ, ᾗ φησιν ὁ σοφὸς Ἰωάννης, "σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν," καὶ ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνου τὴν ἐκ Θεοῦ τοῦ καὶ Πατρὸς ἀπότεξιν ἔχων, τὴν ἐπέκεινα νοῦ καὶ λόγου παντὸς, ἐπειδὴ γέγονε σὰρξ, καὶ ἀνθρωπίνην ἀνέτλη γέννησιν οἰκονομικῶς, καὶ ὁ χρόνου παντὸς ποιητὴς καὶ τεχνίτης, ὡς εἰς ἀρχὰς τοῦ εἶναι παρενηνεγμένος, ὅτε γέγονε καθ' ἡμᾶς, ἤκουσε τοῦ Πατρὸς λέγοντος· "Ἐγὼ σήμερον γεγέννηκά σε." Ἆρ' οὖν διὰ τοῦτο νομιοῦμεν αὐτὸν τὴν τοῦ προϋπάρχειν τῶν ὅλων ἀπεμπολῆσαι δόξαν; Οὐδαμῶς. Περινοήσωμεν δὲ μᾶλλον ἐκεῖνο σοφῶς, ὅτι καὶ ἐν σαρκὶ γεγονότα τὸν ἴδιον Υἱὸν, οὐκ ἔξω τίθησιν ὁ Πατὴρ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀξιωμά των· ὁμολογεῖ δὲ πάλιν αὐτὸν, κἂν καὶ ἐν τῷ καθ' ἡμᾶς ὁρῷτο σχήματι. Οὐ γὰρ διὰ τοῦτο γέγονεν ἄν θρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα τοῦ εἶναι Θεὸς ἀπολισθήσειεν· ἀλλ' ἵνα δὴ