οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
πᾶσιν, οἶμαι, τοῖς οὖσίν 77.508 ἐστι προδηλότατον, ὡς εἴ τις οἶκον ἢ ναῦν, ἢ ἕτε ρόν τι τοιοῦτον εὐτεχνέστατα διηρτισμένον θεάσαιτο, οὐκ ἀταμιεύτῳ χρῆται τῷ θαύματι, ἀλλὰ τῇ θέσει, τὴν κατασκευὴν, τὸ κάλλος τῶν ὁρωμένων ἐπαι νέσας, τὸν ἀρχιτέχνην εὐθὺς φαντάζεται, τίς τε καὶ πόσος εἴη κατὰ τὸν νοῦν, ὁ τῶν οὕτω καλλίστων δημιουργὸς ἐννοεῖ. Ἀλλ' οἵδε περὶ μόνας τὰς τῶν λόγων στροφὰς καὶ ποικίλοις, ὡς οἴονται, μαθήμασι κατεγλωττισμένοι, μέχρι μόνων τῶν ὁρωμένων τὴν διάνοιαν στήσαντες, καὶ τὴν ἐπέκεινα τοῦ νοῦ κολο βώσαντες φορὰν, οὐχ ὁρῶσι τὸν ἁπάντων γενεσιουρ γὸν καὶ τεχνίτην Θεόν· οὐδὲ αὐτῷ τὴν δόξαν ἀνατι θέντες, ἅτε δὴ Κυρίῳ καὶ τῶν ὅλων ποιητῇ, ἀπο δέχονται τὴν ἐν τοῖς ποιήμασι τάξιν, ἵνα δὴ συνετοί τινες εἶεν ὄντως σοφοί. Νυνὶ δὲ εἰς τοῦτο πεσόντες ἀνοίας οὐκ αἰσθάνονται, ὥστε εἰ καὶ πᾶσαν εἰσεκό μιζον σπουδὴν ὑπὲρ τοῦ πατρὸς τὴν ἀκροτάτην ἀβουλίαν καταδραμεῖν, οὐκ ἂν, οἶμαι, μειζόνως αὐ τοῖς διηνύσθη τὸ παραλόγως ποθούμενον. Ἀλλ' ἡκέτω μοι Παῦλος, καὶ τοῖς ἐμοῖς περὶ τούτου προσμαρτυρείτω λόγοις ἀναφθεγγόμενος· "Ἡ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ τῷ Θεῷ ἐστιν." Ὅτι δὲ ἀληθὴς ἡ τοῦ ἁγίου φωνὴ διὰ τῆς τῶν πρα γμάτων ἰόντες ἐρεύνης, μανθάνομεν. Πρῶτον μὲν γὰρ ὄχλον τῷ βίῳ θεῶν ἐπεισφέρουσι, καὶ τοῖς προσ κυνοῦσιν ἀγνοούμενον, ἐξ ὧν ἐνίοις οὐδὲ τὸ κοινὸν δὴ τοῦτο καὶ ἀνθρώπινον ἀποσώζοντες σχῆμα, ὑὸς δὲ ἢ κυνὸς ἐγκαταμίξαντες μοῖραν, μεμοιχευμένην ὥσπερ ἡμῖν εἰσφέρουσι τὴν φύσιν, καὶ νόθαις τισὶ χαρακτήρων ἐξαλλαγαῖς τὴν καλλίστην τῶν ἐπὶ γῆς παραλύουσιν εἰκόνα. Ἀλλὰ τί μοι καὶ μακροὺς ποιεῖ σθαι τοὺς λόγους περὶ τῶν οὕτως ἑτοίμων εἰς γέλωτα; Ἐπ' ἐκεῖνο[ν] δὴ μᾶλλον ἴωμεν, ὅπερ ἐστὶν ἀναγκαῖον. Καὶ ποῖον τοῦτο, φημί· Βαθύς τις ἀμαθίας τοὺς Ἑλλήνων παῖδας περιχεῖται σκότος, καὶ δίκην ἀχλύος ταῖς ἁπάντων διανοίαις ἐπιπαττόμενος, ἀναβλέ πειν μὲν πρὸς τὴν τοῦ συμφέροντος θύραν οὐκ ἐᾷ, ἀβασανίστοις δὲ μᾶλλον καὶ διεψευσμένοις λογισμοῖς ἀληθείας ἐξοικίζει δογμάτων. Τί γὰρ δὴ καὶ ποιοῦσιν οἱ παράφρονες; Ἀποστεροῦσι τῶν καλλίστων τὸν ἄνθρωπον, καὶ τὸ μέγα τῆς φύσεως γέρας [π]ληροῦν τες, ἀφανίζουσιν. Οὐ γὰρ δή φασιν, οὐδὲ βούλονται τῆς ἑαυτοῦ προαιρέσεως εἶναι κάτοχον· οὐδὲ ἐλευ θέραν ἐν τοῖς πρακτέοις ποιεῖσθαι τὴν αἵρεσιν, ὡς τὴν ἐφ' ἑκάστῳ τῶν ἔργων ῥυπὴν μὴ τοῖς αὑτοῦ κεῖσθαι θελήμασιν, ἀλλὰ ταῖς ἑτέρων ἀπονενεμῆσθαι ψήφοις. Εἱμαρμένη γάρ τις καὶ γένεσις, ὥς φασι, κατὰ τὸ αὐτῇ δοκοῦν, τὸν ἑκάστου βίον ζυγοστατεῖ· καὶ ἀπονέμει μέν τισι τὰ κάλλιστα, καὶ οἷς ἂν εὔ ξαιτό τις δικαίως προσομιλεῖν· ἀντορέγει δὲ πάλιν ἑτέροις, ὧν οὐκ ἂν ἕλοιτό τις εἰς πέρας ἐλθεῖν· ὡς αὐτόκλητον μὲν, ἐν μηδενὶ βαδίζειν, μήτε τὴν ἐπ' ἀγαθοῖς ἐξουσίαν ἔχοντα, μήτε μὴν τὴν ἐπὶ θάτερα· σειραῖς δὲ ὥσπερ καὶ τοῖς ἐξ ἀνάγκης, ἵν' οὕτως 77.509 εἴπω, καλεῖσθαι σχοινίοις πρὸς ἄμφω· ἵνα μηδὲν ἔτι τῶν ἀλόγων διαφέρῃ ζώων, ὁ πάντων ἄνωθεν τὴν ἡγεμονίαν λαχών. Καί μοι δοκοῦσιν οἱ ταῖς τοιαύταις συντιθέμενοι δόξαις παραπλήσιόν τι ποιεῖν, ὡς ἂν εἰ καί τινα ἡνίοχον στήσαντες, καὶ τῶν ἁρμάτων αὐτὸν ἐπιβιβάσαντες, ἑτέρῳ τὸ ἱππηλατεῖν ἐπιτρέψειαν. Ἀλλ' οὔτε τὴν ἐπὶ τὸ νικᾷν ὁ τοιοῦτος ἀποίσεται δόξαν, οὔτε μὴν εἰ συντριβῇ πεσὼν, αὐτὸς ἑαυτῷ παραίτιος τοῦ πάθους γεγενῆσθαι πιστεύοιτο. Ἑτέ ρων γὰρ ἔργων ἀμφότερα, καὶ τῶν τὰς ἡνίας ἐχόν των, οὐ τοῦ μάτην τοῖς δίφροις ἐφεστηκότος ἡ ἔμ βασις. Ὧν γὰρ ἄν τις οὐκ ἔχει τὴν ἐξουσίαν, πῶς ἂν εἰκότως περὶ αὐτῶν ἀπαιτοῖτο τοὺς λόγους; Τὸ δὲ ἐν προαιρέσει τῇ τοῦ ποιοῦντος κείμενον, ὅποι περ ἂν ἥξει ἢ καὶ πράττοιτο δηλονότι, καὶ οὐχ ἑτέροις ἀναθήσει τὰς αἰτίας. Ἀλλ' ἵνα καὶ διὰ πρα γμάτων, ὧν ἐκεῖνοι τοῦ βίου κατεῤῥαψῳδήκασι, καὶ διὰ μύθων τῶν παρ' αὐτοῖς τοὺς ἐπὶ τὸ ληρεῖν αὐ τοὺς ἐλέγχους ἐρανιζόμενοι, γυμνότερον τοῖς ἀκροω μένοις ἐπιδεικνύωμεν, ὡς ἀμαθίας αὐτοῖς οὐ τῆς τυχού σης τὸ δόγμα πεπλήρωται, καὶ τὸ μὴ ταῖς οἰκείαις ὑπο λαμβάνειν κεχρῆσθαι βουλαῖς ἐν τοῖς πρακτέοις τὸν ἄνθρωπον, μηδὲ αὐτονόμῳ