οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
προσαγά γετε εἰς πόλεμον, ἐπεισάξατε τοὺς ἵππους, ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν, προβάλλετε τὰ δόρατα, καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν." Χρὴ γὰρ ἡμᾶς ἀντανίστασθαι φι λεῖν, καὶ μάλα νεανικῶς, ταῖς εἰς φαυλότητα καλού σαις ἡδοναῖς, καὶ ταῖς τοῦ πνεύματος παντευχίαις ἐνηρμοσμένους καταστρατεύεσθαι τῶν παθῶν. Ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, "Ἡ σὰρξ ἐπιθυ μεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις." Ἀλλὰ κρατούσης μὲν τῆς σαρκὸς, αἰσχρός τε καὶ ἀσελγὴς ὁ νενικημένος, καὶ βορβόρου παντὸς μιαρώτερος· ἡττωμένης δὲ καὶ παραχωρούσης τῷ πνεύματι, λαμπροί τε καὶ ἀξιέραστοι τοῖς νικῶσιν οἱ στέφανοι· ἔσονται γὰρ εὐθὺς μώμου τε ἀμείνους, καὶ φαυλό τητος ἀπωτάτω, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασι δια πρέποντες. ∆εῖ δὲ, οἶμαι, παντὶ σθένει χρωμένους, ἀπαλλάττεσθαι μὲν ἀεὶ τοῦ κακοῦν εἰωθότος, καὶ ἀποσπουδάζειν τὰ πονηρὰ, μεταποιεῖσθαι δὲ μᾶλλον τῶν τεθαυμασμένων. Τὴν μὲν γὰρ τοῦ σώματος εὐ ρωστίαν, ὡς ἔστι τριπόθητος ἀντερεῖν οἶμαι παντε λῶς οὐδένα. Κἂν εἰ γένοιτό τις τοῦ νοσεῖν ἀφορμὴ, μετάπεμπτον εὐθὺς ποιεῖσθαι σπουδάζομεν τὸν ἀπαλ λάττειν εἰδότα, καὶ ταῖς τοῦ πάθους ἐπιβουλαῖς ἀντ ανιστάντα σοφῶς τὰ ἀπὸ τῆς τέχνης. Καὶ ταῖς εἰς γαστέρα τρυφαῖς ἐῤῥῶσθαι φράσαντες τὰς τῆς νό σου πηγὰς, οἱονεί πως ἐμφράττομεν, καὶ αὐτοῦ κατόπιν ἐρχόμενοι κόρου, καὶ ταῖς ὀλιγοσιτίαις τὸ λυποῦν ἀνακόπτοντες. Καὶ ὧδε μὲν ἡμῖν ἐσπούδασται τὰ περὶ τὴν σάρκα. Εἰ δὲ δὴ τὸ ἀσυγκρίτως ἄμεινον ὁρῷτο νοσοῦν, τουτέστι ψυχὴ, εἶτα τῆς ἐπανορθώ σεως ζητοῖτο τρόπος, δρῷτο δὲ οὐχ ἑτέρως, πλὴν ὅτι δι' ἐγκρατείας· πῶς οὐκ ἄσμενοι παραδεξόμεθα τὴν νηστείαν, εἴπερ ἐσμὲν ἐν καλῷ φρενὸς, καὶ τοῦ νοσεῖν ἐν ἀμείνοσι τὸ ἐῤῥῶσθαι πεποιήμεθα; Οὐκοῦν καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καθὰ γέγραπται· μεμνημένοι μὲν Θεοῦ λέγοντος διὰ φωνῆς προφητῶν· "Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι·" ἑνὸς δὲ τῶν ἁγίων μαθητῶν· "Ἀδελφοὶ, παρακαλῶ ὡς παροίκους καὶ παρεπι δήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς." Τεθαύμασται μὲν οὖν, καὶ τοῦ παντὸς ἄξιον εἶναι λελόγισται τὸ ἑλέ 77.805 σθαι παθεῖν καὶ αὐτὸν εἰ τύχοι τὸν θάνατον, ἀμελ[λ]ητὶ κινδυνεύοντας πρός τε παίδων καὶ γυναικῶν. Κἂν εἴ πού τινες τῶν εἰωθότων καταδῃοῦν ἢ χώρας ἢ πό λεις, ἀγροῖς τε διαλυμαίνοιντο, καὶ τὰς τοῦ βίου περικόπτοιεν ἀφορμὰς, οὐ πρὸς εὐκλείας ἔσται τοῖς παθοῦσι τὸ ἠρεμεῖν· ἄμεινον δὲ μᾶλλον τὸ ἀντιφέρε σθαι τοῖς κακοῖς, καὶ τοῦ ζῇν ἀθλίως προτεθεικότας ὁρᾶσθαι τὸ πίπτειν μετ' εὐανδρίας. Ὅτε τοίνυν ταῦτά τε ἡμῖν οὕτως ἔχει, καὶ οὐκ ἂν, οἶμαι, τὶς τοῖς εἰρημένοις διαμωμήσαιτο, πῶς οὐκ ἂν γένοιτο τῶν ἀναγκαίων εἰς ὄνησιν τὸ ὑπεραθλῆσαι ψυχῆς, μονονουχὶ καταδῃούσης αὐτὴν τῆς σαρκὸς, ὑπερ αθλήσομεν δὲ διὰ πόνων, τὸ τῆς σαρκὸς φρόνημα περιτρέποντες, εἰς τὸ ὑποκεῖσθαι δεῖν τῇ θελήσει τοῦ Πνεύματος; Βαδιούμεθα γὰρ οὕτω κατ' εὐθὺ τοῦ πρέποντος τὴν εἰς πᾶν ὁτιοῦν τῶν εὐκλεεστάτων διᾴτ τοντες τρίβον, καὶ τῆς [εἰς] αἰῶνα ζωῆς κατακτώμενοι τὴν ἐλπίδα. Πάροικοι μὲν γὰρ καὶ παρεπίδημοι πάν τες ἐσμὲν ἐν τῷδε τῷ κόσμῳ· καὶ βραχὺς μὲν κο μιδῇ τῆς μετὰ σώματος ζωῆς ὁ χρόνος, μακρὸς δὲ καὶ ἀτελεύτητος ὁ μετὰ τοῦτόν ἐστι. Χρὴ τοίνυν ἡμᾶς τῶν προσκαίρων τῶν νῦν ἀποστήσαντας, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν τὴν μέθεξιν ὡς ἀκλεᾶ τε καὶ βέβηλον εὖ μάλα παρωθουμένους, διψῇν τὰ ἐσόμενα, καὶ τοῦ παντὸς ἀξιοῦν λόγου τε καὶ θαύματος τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα παρὰ Θεοῦ. "Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀν θρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα πῶσιν αὐτόν." Τίς οὖν ἄρα ἐστὶν ὁ τρόπος τῆς εὐδο κιμήσεως τῶν ἠγαπηκότων αὐτὸν, φέρε λέγωμεν ὡς ἔνι, πρόκλησιν ὥσπερ τινὰ ταῖς εἰς τὸ ἀγαθὸν ὑμῶν προθυμίαις τὸ χρῆμα ποιούμενοι. βʹ. Οὐκοῦν ὁ θεσπέσιος ∆αβὶδ, καίτοι τοὺς τῆς βασιλείας διέπων θάκους, ἀναριθμήτῳ τε πληθύϊ τῶν ὑπὸ χεῖρα περιχεόμενος, οὐκ ἀσύνηθες ἐχόντων τὸ εὐδοκιμεῖν ἐν μάχαις, εἰ δήπου τινες τῶν