οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
γὰρ οὕτω σεπτοῖς, καὶ εὖ μάλα ὀρθῶς διωρισμένοις ἐπιγάννυσθαι δέον, παρ' οὐδὲν ἀνθότου ποιοῖτ' ἄν τις τὴν ἐπιτήρησιν. Τά τε τῶν πραγμάτων ἐξαίρετα, καὶ οὐκ ἀγεννῆ λαχόντα τὴν δόξαν, εἴπερ ἕλοιτό τις περιυβρίζειν ἀποτολμᾷν, ὄκνῳ τε καὶ μελισμοῖς τὸ κρατεῖν ἀπονέμων, ὁσίαν ἂν ἔχοι τὴν κατάῤῥησιν, καὶ οὐκ ἔξω τοῦ εἰκότος τὰ ἐγκλήματα. Οὐκοῦν εὐστιβῆ μὲν ὤσπερ διατάτ τοντες τρίβον, διακηρύξομεν μὲν ἡμεῖς μεμνημένοι τοῦ λέγοντος· "Ἱερεῖς, ἀκούσατε, καὶ ἐπιμαρτύρα σθε τῷ οἴκῳ Ἰσραὴλ, λέγει Κύριος παντοκράτωρ." Πρέποι δ' ἂν καὶ ἡμᾶς αὐτοὺς, προθυμίαις μὲν ταῖς ἀνωτάτω χρωμένους, διαῤῥιπτοῦντας δέ που τὸ ἐξ ήνιον, καὶ τῇ τῶν αἰσχίστων μοίρᾳ προσνέμοντας ἀπο 77.749 περαίνειν ἐπείγεσθαι τὰ νενομισμένα. Πάλαι μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Μωσῇ τὸν τῆς ἁγίας ἡμῶν ἑορτῆς κατασημαίνων καιρὸν, καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν ἱεροπρεπῶς τε καὶ ἀμωμήτως, καὶ ὡς ἐν τύπῳ καταδεικνὺς, προσεφώνει, λέγων· "Εἴ πω καὶ ποιείτωσαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καθ' ὥραν αὐτοῦ, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν· ποιήσεις αὐτὸ κατὰ καιροὺς κατὰ τὸν νόμον αὐτοῦ, καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό." Ἡμᾶς δὲ ἀνάγκη τοὺς ταῖς ἱεραῖς λειτουργίαις ὑπεζευγμένους, λαμπρῷ καὶ διαπρυσίῳ κεχρῆσθαι κηρύγματι, καὶ τοῖς ἐν Χριστῷ δεδικαιωμένοις ἐπιφωνεῖν· "∆εῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ." Ἐκεῖ τὴν πάναγνον ἀποπερανοῦμεν ἑορτὴν, καὶ τῆς ἀνωτάτω θυμηδίας ἀναπιμπλά μενοι, τὸν τῶν ὅλων Σωτῆρα δοξολογήσομεν, ἐκεῖνο λέγοντες τὸ προφητικόν· "Ἀγαλλιάσθω ἡ ψυχή μου τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης." Εἴη δ' ἂν, ὥς γέ μοι φαίνεται, τῶν ἄγαν αἰσχρῶν, τοὺς μὲν ἐμπόρους ἀθλίων ἡττᾶ σθαι κερδῶν, καὶ τοῦτο ἡγεῖσθαι τρυφήν· καὶ φρον τίδος ἀξιοῦν τῆς προυργιαιτάτης, καί τοι διὰ πλείστων ὅσων ἰόντας χρόνων, καὶ οὐκ ἀνιδρωτὶ συλλέγοντας, ἐπαγάλλεσθαι δὲ ταῖς ἀρούραις γηπόνους, εἰ καρποῖς ὡραίοις ὁρῶντες διαβριθεῖς· ἡμᾶς δὲ τῶν ἐπιγείων τὰ πολὺ λίαν ἐπέκεινα, μᾶλλον δὲ καὶ ἀσυγκρίτως ἀμείνω κερδαίνοντας, μὴ οὐχὶ τὸ χρῆμα ποιεῖσθαι λοιπὸν τοῦ παντὸς ἄξιον λόγου, καὶ τῆς εἰς λῆξιν ἡκούσης θυμηδίας πρόξενον. Καίτοι τὰ μὲν τῶν ἐμπό ρων, κἂν εἰ πράττοιτο κατ' εὐχὴν τοῖς πεπονηκόσιν, οὐδὲν ἂν ἔχοι τὸ θαῦμα παρά γε τοῖς ἄριστα βιοῦν ᾐρημένοις· γηπόνοις δ' ἂν πεπραχόσι δεξιῶς, πε ριέσται δή που τρυφᾷν καὶ ποῦ μετρίως, οὐκ ἐφ' οἷς ἂν ὀνίναιτό τις, εἴς γε τὸ ἀκηράτως ἔχειν, ἤγουν εἰς τὸ δύνασθαι λοιπὸν τὸ θανάτου καὶ φθορᾶς ὑπερ φέρεσθαι κράτος, ἀλλ' ἐφ' οἷς ἂν ἔχοι τὰ ζωαρκῆ, καὶ τὴν πρὸς καιρὸν τοῦ σώματος θεραπεύειν χρείαν. Νοῦ δὲ δὴ πέραν παντὸς τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα, "Ἡ γὰρ ἐλπὶς αὐτῶν, ἀθανασίας πλήρης," κατὰ τὸ γεγραμμένον. Τίς μὲν οὖν ὁ καιρὸς, καθ' ὃν ἂν προσήκοι πληροῦσθαι τὸ Πάσχα, καὶ ὅπως ἂν γένοιτο, πρὸς ἡμῶν εἴρηται σαφῶς. "Ἡμέρᾳ γὰρ τῇ τεσσα ρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν, κατὰ τὸν καιρὸν," καὶ κατὰ τὸν νόμον αὑτοῦ ποιεῖ σθαι προστέταχεν· χρῆναι δὲ ὑπολαμβάνω τῶν τε θεσπισμένων ἕκαστα φιλοκρινοῦντας ἐντέχνως, καὶ τὴν ἀρίστην αὐτοῖς ἐπιῤῥιπτοῦντας βάσανον, πολυ πραγμονεῖν ἐπείγεσθαι τὰς αἰτίας, τοῦ καὶ ἐν ἦρι γενέσθαι δεῖν, καὶ ἐν μηνὶ τῷ πρώτῳ τὸν νομοθέτην εἰπεῖν. Εἴη δ' ἂν οὐκ ἀσυντελὲς εἰς ὄνησιν τὸ ἔν γε τούτοις ἰσχνοεπεῖν· καὶ τοῦτο, οἶμαι, ἔστιν ὅπερ ἔφη Θεὸς διὰ προφήτου φωνῆς· "Ζητῶν ζήτει, καὶ παρ' ἐμοὶ οἴκει." Ὅτι μὲν γὰρ ταῖς καθηκούσαις ἐρεύναις κατιχνοῦν, ὡς ἔνι, τὰ γεγραμμένα πειρᾶ 77.752 σθαι προσήκει, τὸ ἱερὸν ἡμῖν ὑποσημῆναι Γράμμα, ἥκιστά γε μὴν τῆς τῶν ἐννοιῶν ὀρθότητος ἀπονοσφί ζεσθαι φιλεῖν, παρεγγυᾷ, λέγων τὸ, "Οἴκει παρ' ἐμοί." Ὀρθότης γὰρ πᾶσα μετὰ Θεοῦ, παρ' αὐτῷ τε καὶ ἐξ αὐτοῦ. βʹ. Οὐκοῦν ἠρινὸς μὲν τῷ Πάσχα καιρὸς πρέποι ἂν μάλιστα τῶν ἄλλων ἁπάντων, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν δύναμιν καθάπερ πίνακι γράφων τοῖς ἐν αὐτῷ συμβαίνουσιν. Ἀνίσχει μὲν γὰρ καθα ραῖς καὶ ἡμερωτάταις ἡλίου