2
τοῦ δὲ κυρίου ἐζωοποίησε τὸ δικαίωμα. τί δὲ τοῦ Ἀδὰμ τὸ παράπτωμα; ἡ παρακοή. τί δὲ τοῦ κυρίου τὸ δικαίωμα; ἡ ὑπακοή ἣν ὑπήκουσε τῷ πατρὶ κατὰ τὸ ἐνανθρωπῆσαι καὶ παθεῖν ὑπὲρ ἀνθρώπων, καθὼς ἐν ἑτέροις ὁ ἀπόστολός φησι· σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ὥστε ἡ ὑπακοὴ καθεῖλε τὴν παρακοὴν καὶ τῷ βελτίστῳ τὸ χείριστον κατηγωνίσατο. 85 Rom 5,-21 Εἰπὼν ἵνα πλεονάσῃ, ἔδειξεν ὅτι καὶ πρὸ νόμου ἦν παραπτώματα καὶ ᾔδεσαν πταίοντες ἄνθρωποι. οὐ μὴν πάντα ἃ ἔπταιον, ἐπεγίνωσκον ὡς πταίσματα, ἀλλ' ὁ νόμος δοθεὶς ἀπεγύμνωσε καὶ ἔδειξε πλείονα ὄντα ἢ ἃ ἐνόμιζον. ἀκριβῶς δὲ εἶπε τὸ παρεισῆλθεν· μεταξὺ γὰρ τῆς τοῦ Ἀδὰμ παρακοῆς καὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας πάροδον εἰς τὸν βίον ἔλαβεν ὁ νόμος. οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. ποῦ οὖν ἐπλεόνασεν ἡ ἁμαρτία; ὅπου ὁ νόμος. εἰ δὲ παρὰ Ἰουδαίοις ὁ νόμος, ἐκεῖ καὶ ὑπερεπερίσσευσεν ἡ χάρις· ἐκεῖθεν γὰρ εὐαγγελισταὶ καὶ ἀπόστολοι καὶ τὸ τῆς σωτηρίας κεφάλαιον, ὁ Χριστός.
Rom 6,1-4 Τί οὖν ἐροῦμεν; φησίν, ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις
πλεονάσῃ; μὴ γένοιτο. ἀσφαλῶς ἐπήγαγε τὸ μὴ γένοιτο· οὐ γὰρ οἱ κακοτέχνως ἁμαρτάνοντες ἀφέσεως ἄξιοι, ἀλλ' οἱ διὰ ῥᾳθυμίαν καὶ ἀπροσεξίαν τὰς παρὰ τοῦ διαβόλου μεθοδείας δεχόμενοι, οὗτοι ἐλεεῖσθαι δίκαιοι παρὰ τοῦ θεοῦ. οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῷ κόσμῳ καὶ ἀποτάττεσθαι τῇ ἁμαρτίᾳ καὶ τῷ διαβόλῳ. Rom 6,5 Ἀκριβῶς τὸ σύμφυτοι τέθεικεν· τῶν γὰρ συμπεφυτευμένων πρέμνων εἰς ταὐτὸ ἑνοῦται πολλάκις ἡ φύσις διὰ τῆς κολλήσεως. οὕτως οὖν καὶ οἱ γνησίως βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Χριστοῦ ἑνοῦνται αὐτῷ διὰ τῆς πίστεως. Rom 6,9-11 Εἰ μὲν ἦν δυνατόν, φησί, τὸν Χριστὸν καὶ δὶς καὶ τρὶς ἀποθανεῖν ὑπὲρ τῶν ἁμαρτανόντων, ἴσως ἀκίνδυνον ἦν ἐπὶ τὴν παλαιὰν τῶν ἁμαρτημάτων πάλιν δρομῆσαι συνήθειαν, ὁμοίαν ἔχουσαν ἀεὶ καὶ τῆς φιλανθρωπίας ἐλπίδα. εἰ δὲ ἅπαξ ἀποθανὼν οὐκέτι ἀποθνήσκει, οὕτως καὶ ἡμεῖς συνταφέντες αὐτῷ καὶ συνεγερθέντες οὐκέτι ταῖς ἁμαρτίαις ἀποθνήσκομεν· οὐ γὰρ ἔστι δεύτερον βάπτισμα, οὐδὲ δεύτερος Χριστοῦ θάνατος. δι' ὃ ἀσφαλέστερον δεῖ βιοῦν. ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, τοῦτ' ἔστιν 86 ὑπὲρ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων· ὃ δὲ ζῇ, τῷ θεῷ ζῇ, τοῦτ' ἔστιν εἰς ἀεὶ ζῇ, ἅτε δὴ θεὸς ὤν. οὕτως οὖν καὶ ὑμεῖς ταῖς ἁμαρτίαις νεκρώθητε, τῷ δὲ θεῷ ζήσατε, δι' ὃν ζῆτε. Rom 6,12-14 Μὴ παριστάνετε, φησί, τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀντὶ τοῦ μὴ ὑμεῖς καθ' ἑαυτῶν δίδοτε ὅπλα τῷ πονηρῷ καὶ ἰσχὺν ἁμαρτάνοντες. ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. ποία ἁμαρτία οὐ κυριεύσει; ἡ πρὸ τοῦ βαπτίσματος, ἥνπερ ἀφίησιν ἡ χάρις τοῦ Χριστοῦ. τοῦτο δὲ ὁ νόμος ποιεῖν οὐκ ἠδύνατο. οὐκ ἐστὲ ὑπὸ νόμον τὸν μὴ δυνάμενον ῥύσασθαι, ἀλλὰ μᾶλλον τιμωρούμενον. Rom 6,19 Ἠδυνάμην, φησί, τελειότερόν τι καὶ μεῖζον εἰπεῖν καὶ εὐεργεσίας ὑπερβαλλούσης ἄξιον, λέγω δὲ ὑμῖν τοσοῦτον ὅσον χωρεῖτε ἀσθενεῖς ὄντες τῇ σαρκί. Rom 6,23 Ὀψωνοῦνται οἱ ἁμαρτάνοντες ὑπὸ τοῦ διαβόλου τοῦτον τὸν τρόπον· πιπράσκοντες σωφροσύνην καὶ ὠνούμενοι ἀκολασίαν, πωλοῦντες χρηστότητα καὶ ἀντιλαμβάνοντες ὠμότητα. οἱ οὖν τοιοῦτοι ἴδιον κτῆμα ὥσπερ τῆς ἁμαρτίας γενόμενοι, θανάτῳ ἑαυτοὺς ὑπάγουσιν· τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος. ἢ τάχα τοῦτο λέγει ὅτι τὰ παρὰ τοῦ ἐχθροῦ ὀψωνούμενα θανάτου παρεκτικά.
Rom 7,1-3 Ἐκ τούτου κατασκευάζει, ὅτι ἰσχύοντος μὲν τοῦ νόμου πρὸ
Χριστοῦ οὐκ ἦν ἐξὸν ἑτέρῳ συναφθῆναι, τοῦτ' ἔστι τῇ χάριτι, παυσαμένου δὲ τοῦ νόμου καὶ τρόπον τινὰ ἀποθανόντος ἔξεστι λοιπὸν συνάπτεσθαι τὴν ἐκκλησίαν τῷ