1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

4

αὐτὸς ὑφ' αὑτοῦ κατολιγορῶν τῶν παρηγγελμένων. 89 Rom 7,15 Οὐχ ὅτι τὴν ἁμαρτίαν ὅτι ἁμαρτία ἐστὶν ἀγνοῶν, φησίν, ἀλλ' ἀντὶ τοῦ πῶς αὐτὴν ποιῶ καὶ πῶς ὑποκλέπτομαι οὐκ αἰσθάνομαι, οἷον πολλάκις κρίνας κρατῆσαι θυμοῦ ἡττήθην ἐμαυτοῦ. χρὴ μέντοι εἰδέναι ὅτι οὐχ ἑαυτοῦ κατηγορεῖ, ἀλλὰ τὸ κοινὸν τῶν ἀνθρώπων ἐν ἑαυτῷ ὑπογράφει, τὸ φορτικὸν ἐφ' ἑτέρου τάξαι παραιτούμενος· δείκνυσι γὰρ ὅτι ὀρεγόμεθα μὲν τῆς ἀρετῆς, ἡττώμεθα δὲ τῆς ἡδονῆς ὅσοι ὑπὸ νόμον ἐσμέν, οὐ μὴ ὅσοι ὑπὸ χάριν, οἳ καὶ ἔξω ἁμαρτίας διὰ τὴν χάριν γεγόναμεν. Rom 7,21 Τῷ εὑρίσκω τὸν νόμον λείπει τὸ δυσκατόρθωτον· φησὶ γὰρ ὅτι ἐξ ὧν καὶ βουλόμενός τι ποιῆσαι καλὸν οὐ δύναμαι, ἀλλ' ἐπὶ τὸ χεῖρον παρατρέπομαι. εὑρίσκω τὸν νόμον δυσκατόρθωτόν μοι θέλοντι ποιεῖν τὸ καλόν· παράκειται γάρ μοι τὰ ἑτοιμότερα τὰ κακὰ πρὸς τὸ ποιεῖν αὐτά. διὰ δὲ τοῦ παράκειται δείκνυσιν ὡς οὐκ ἐργῶδές ἐστι μετιέναι τὴν κακίαν. Rom 7,22-23 Τὸν κοινὸν καὶ ἐν τούτοις ἄνθρωπον διαγράφει· τοῦ γὰρ κοινοῦ ἀνθρώπου τὸ συνορᾶν μὲν τῷ νῷ τὰ δέοντα, μὴ πάντως δὲ κατορθοῦν, τοῦ δὲ εἰς Χριστὸν πεπιστευκότος τὸ σὺν τῷ νῷ κατορθοῦν διὰ τῆς τοῦ πνεύματος ἐπικουρίας· διὸ καὶ πνευματικὸς ὁ τοιοῦτος καλεῖται. δείκνυσι δὲ ὅτι ὥσπερ ἀντινομοθετεῖ τῇ τοῦ θεοῦ νομοθεσίᾳ ὁ διάβολος· οἷς γὰρ προσέταξεν ὁ θεὸς τἀναντία ποιεῖν, πείθει τοὺς ἀνθρώπους. πεφυλαγμένως δὲ πάνυ ἐν τοῖς μέλεσιν εἶναί φησι τὸν τῆς ἁμαρτίας νόμον, δεικνὺς ὡς οὐκ ἀρέσκεται τοῖς τοῦ σώματος πάθεσιν ἡ ψυχή, εἰ καὶ συγκαθέλκεται πολλάκις αὐτῷ. 90 Rom 7,24 Ἐπισημαντέον ὡς οὐχ ἁπλῶς ἐκ τοῦ σώματος τούτου, ἀλλ' ἐκ τοῦ θανάτου τοῦ σώματος· οὐ γὰρ τοῦ σώματος εὔχεται ῥυσθῆναι, ἀλλὰ τοῦ κατέχοντος τὸ σῶμα θανάτου διὰ τῆς ἁμαρτίας.

Rom 7,25-8,1 Παραμένει ἐλέγχων τοῦ παλαιοῦ ἀνθρώπου τὴν πρὸς ἑαυτὸν

ἐκπολέμωσιν, οὐκ εἰρηνεύοντος πρὸς τὴν ψυχὴν τοῦ σώματος. ταῦτα δὲ διελέγχει, ἵνα τῆς τοῦ σωτῆρος ἐπιδημίας ἐπιδείξῃ τὰ κατορθώματα καὶ τὴν γενομένην ἕνωσίν τε καὶ εἰρήνην ψυχῆς καὶ σώματος διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. συνήγαγεν οὖν ὃ ἐβούλετο, καὶ ἦλθεν ἐφ' ὃ κατεσκεύαζεν, εἰπών· οὐδὲν ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ. ἀποδείξας γὰρ ὅτι οἱ ὑπὸ νόμον ὄντες, ἅτε δὴ κατὰ σάρκα ζῶντες, ὑπὸ ἁμαρτίαν εἰσὶ καὶ κατάκριμα, ἐπήγαγεν ὅτι οἱ ὑπὸ Χριστὸν ὄντες οὐκ εἰσὶν ὑπὸ κατάκριμα, ἐπειδὴ μὴ κατὰ σάρκα περιπατοῦσιν. Rom 8,2 Νόμον τοῦ πνεύματος εἶπεν ἀντιδιαστέλλων πρὸς τὸν νόμον τοῦ γράμματος, ἀντὶ τοῦ ἡ παρὰ τοῦ Χριστοῦ χάρις ἡ ζωοποιός. Rom 8,3-4 Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. οὐχ ὁ νόμος, φησίν, ἀδύνατα προσέτασσεν, ἀλλ' ἡ σὰρξ οὐκ 91 ἠδύνατο πληροῦν τὴν τοῦ νόμου πολιτείαν διὰ τὸν ἐμποδίζοντα πονηρόν, ὃν διὰ τῆς ἑαυτοῦ σαρκὸς κατέκρινε Χριστός. ὁ θεός, φησί, τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. ὅταν μὲν ἀποβλέψῃ πρὸς τὴν τοῦ κυρίου σάρκα ὁ ἀπόστολος, ἀληθῶς οὖσαν σάρκα, ἐξ ὧν καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπολιτεύσατο τῷ βίῳ, φανερῶς τὴν σάρκα προσαγορεύει, ὡς καὶ ἐνταῦθα ἐπάγει· κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, καὶ πρὸς Τιμόθεον γράφων· θεὸς ἐφανερώθη ἐν σαρκί. ὅταν δὲ ἀποβλέψῃ πρὸς τὸ τῆς σαρκὸς ἀναμάρτητον καὶ καθαρὸν καὶ ὅσιον, ὁμοίωμα αὐτὸ σαρκὸς ὀνομάζει, οὐχ ὅτι κατὰ τὴν φύσιν διήλλαττεν, ἀλλ' ὅτι ὅμοιον ἦν τῆς σαρκικῆς ἁμαρτίας. ἔπεμψεν οὖν, φησίν, ὁ θεὸς τὸν υἱὸν αὐτοῦ οὐκ ἐν ὁμοιώματι ἀγγέλου ἤ τινος τοιαύτης δυνάμεως, ἀλλ' ἐν ὁμοιώματι σαρκός, ἵνα σαρκὸς ἡττηθείσης ἐπὶ τοῦ Ἀδάμ, σὰρξ καταγωνίσηται τὸν πονηρὸν ἐπὶ τοῦ κυρίου. ἀπεστάλη δέ, φησίν, ὁ κύριος διὰ τὴν ἐπικρατήσασαν τῶν ἀνθρώπων ἁμαρτίαν· τοῦτο γὰρ τὸ περὶ ἁμαρτίας ἀντὶ τοῦ διὰ τὴν ἁμαρτίαν, παρέλκει δὲ τὸ καί. ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ, φησίν, ἐν ἡμῖν, οἷον ἐβούλετο μὲν πληρῶσαι