1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

15

τηνικαῦτα καὶ ὁ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς ἐν σαρκὶ ἐπιδημήσας τῷ κόσμῳ, τοὺς ἑαυτοῦ μαθητὰς ἀποστέλλει κήρυκας αὐτοῦ τῆς γνώσεως. διαλανθανούσης μὲν ἐν χρόνοις, κηρυχθησομένης δὲ ἐν ἐσχάτοις καιροῖς, οἳ καὶ πανταχόσε φοιτῶντες κατήγγελλον τὸν Χριστὸν θεὸν ἐκ θεοῦ ἀνάρχως καὶ ἀχρόνως γεγεννημένον, μαρτυροῦντες ἅμα καὶ τῷ ἁγίῳ καὶ φωτιστικῷ πνεύματι, ὅτι τὴν ὁμοούσιον τριάδα συμπληροῖ ἐκ πατρὸς δι' υἱοῦ εἰς ἀνθρώπους χορηγούμενον. τῆς οἰκονομίας οὖν αὐτοῦ τὴν σοφίαν καταπλαγεὶς τὴν ὀφειλομένην ἀναπέμπει δόξαν τῷ θεῷ.